Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1004
Not analysed yet
ὅτι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, εἰς τὴν γῆν εἰς ἣν ἐπῆρα τὴν χεῖρά μου, τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν. Τὸ δὲ ἁγιασθήσομαι ἀντὶ τοῦ δοξασθήσομαι τέθεικεν· ὁρῶντες γὰρ ἅπαντες καὶ τὰς ἐμὰς εὐεργεσίας, καὶ τὴν ὑμετέραν εὐγνωμοσύνην, πολλὴν ὠφέλειαν καρπώσονται, τῶν μὲν καλουμένων αὐτῶν θεῶν βλέποντες τὴν ἀσθένειαν, τὴν δὲ ἐμὴν διὰ τῆς περὶ ὑμᾶς εὐεργεσίας δύναμιν θεωροῦντες. μγʹ. Καὶ μνησθήσεσθε ἐκεῖ τῶν ὁδῶν ὑμῶν, καὶ τῶν ἐπιτηδευμάτων ὑμῶν πάντων, ἐν οἷς ἐμιάνθητε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν, ἃς ἐποιήσατε. Ἐπίγνωσις γὰρ ἁμαρτίας αἰσχύνης ἀρχή· διὰ τοῦτο τοῦ συνειδότος κεντοῦντος τὰ μέτωπα τύπτειν εἰώθαμεν· τοῦτο καὶ ἐνταῦθα ἐσήμανεν. Ἀποστάντες γὰρ, φησὶ, τῆς προτέρας παρανομίας, καὶ τὴν ἐμὴν ἀσπασάμενοι θεραπείαν, καὶ τῆς παρ' ἐμοῦ προμηθείας τυγχάνοντες, ἐν αἰσθήσει γενήσεσθε τῶν προτέρων ἀσεβημάτων, καὶ τὰ πρόσωπα τύψετε, ἡλίκοις ἐνεφύρητε κακοῖς λογιζόμενοι. μδʹ. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ, οὐ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, οὐδὲ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Ταύτης δὲ, φησὶν, ἀξιώσω τῆς κηδεμονίας ὑμᾶς, καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους διὰ τῆς εἰς ὑμᾶς εὐεργεσίας εἰς τὴν ἐμὴν ἐπίγνωσιν τρέψαι βουλόμενος· οὔτε γὰρ ὑμεῖς φιλανθρωπίας ἄξιοι, ἢ συγγνώμης, παρανόμοις ἐπιτηδεύμασιν ἐντραφέντες· μαθόντες τοίνυν, ὅπως ἐστὶ δυσσεβὲς, τὸ θεῖον ὄνομα βεβηλοῦν, φύγωμεν τὸ βλασφημίαν τῷ Δεσπότῃ προσάπτειν. Οἱ γὰρ τῆς αὐτοῦ προσηγορίας ἠξιωμένοι, ἀναξίως δὲ ταύτης πολιτευόμενοι, εἰς τὴν κατ' αὐτοῦ βλασφημίαν τῶν ἀνοήτων παρακινοῦσι τὰς γλώττας· τοῦτο καὶ περὶ τῶν Ἰουδαίων ὁ Θεὸς ἔλεγε· «Καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, ἐν τῷ λέγεσθαι ὑμῖν, Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν.» Ἡμεῖς δὲ καὶ αὐτὴν ἐσχήκαμεν τοῦ Δεσπότου τὴν προσηγορίαν· ἀπὸ Χριστοῦ γὰρ ὀνομαζόμεθα· διὸ προσήκει πάντας ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, «εἴτε ἐσθίομεν, εἴτε πίνομεν, εἴτε τι ποιοῦμεν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, καὶ ἀπροσκόπους εἶναι Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ,» ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.