Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1001
Not analysed yet
τελεῖ παραδέδωκα· οὕτω καὶ ὑμῖν ἐπάξω τὴν τιμωρίαν· καὶ τοῦτο διὰ τῶν ἐπαγομένων σαφέστερον πεποίηκεν, εἰρηκώς· λζʹ, ληʹ. Καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης· Καὶ ἐκλέξομαι ἐξ ὑμῶν τοὺς ἀσεβεῖς, καὶ τοὺς ἀφεστηκότας. Τοὺς μὲν γὰρ ἀσεβεῖς, καὶ τοὺς τὴν ἐμὴν νομοθεσίαν καταλιπόντας τῇ ῥάβδῳ χρησάμενος διασπερῶ, τοὺς δὲ ἀριθμοῦ ἀξίους, καὶ τῆς ἐμῆς διαθήκης φύλακας γενομένους εἰσάξω, καὶ τῆς ἐμῆς ἀξιώσω προνοίας. Ἐσήμανε δὲ διὰ τούτων τόν τε ἀποστολικὸν χορὸν, καὶ τοὺς δι' ἐκείνου τῷ θείῳ πεπιστευκότας κηρύγματι· εἶτα τῇ κατὰ τῶν πονηρῶν ἐπιμένων ἀπειλῇ, ἐπιφέρει· «Διότι ἐκ τῆς γῆς τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.» Ἀπὸ γὰρ τῆς αἰχμαλωσίας, φησὶν, ἐπαναγαγὼν, τούτους αὐτοὺς τοὺς τρόπῳ δυσσεβεῖ κεχρημένους πάλιν εἰς ἅπαντα διασκεδάσω τὰ ἔθνη. Τοῦτο δὲ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν τὸ πέρας ἐδέξατο· Ῥωμαῖοι γὰρ αὐτοὺς ἐξανδραποδίσαντες εἰς τὴν οἰκουμένην κατέσπειραν, καὶ τῆς βασιλικῆς αὐτῶν ἐξήλασαν πόλεως· οὕτω προαγορεύσας τὰ λυπηρὰ, παραίνεσιν αὐτοῖς πάλιν καὶ συμβουλὴν ὁ φιλάνθρωπος προσφέρει· τῶν οἰκείων γὰρ ὑποσχέσεων μέμνηται· ἔφη δὲ μὴ θέλειν τὸν θάνατον τοῦ ἀνόμου, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Φησὶ τοίνυν· λθʹ, μʹ. Καὶ ὑμεῖς οἶκος τοῦ Ἰσραὴλ, τάδε λέγει Ἀδωναῒ Κύριος· Ἕκαστος δὲ ἐπιτηδεύματα αὑτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα, ἐὰν ὑμεῖς εἰσακούσητέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσητε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ τοῖς ἐπιτηδεύμασιν ὑμῶν. Διότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ' ὄρους ὑψηλοῦ Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος· ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος ἐπὶ τῆς γῆς, καὶ ἐκεῖ προσδέξομαι αὐτοὺς, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν. Ἐὰν γὰρ πεισθῆναι, φησὶν, ἐθελήσητε, καὶ παύσησθε βεβηλοῦντες τὸ ὄνομά μου τὸ ἅγιον (ἐξ ἐμοῦ γὰρ προσαγορευόμενοι, καὶ παρανόμως ζῶντες, καὶ δῶρα τοῖς εἰδώλοις προσφέροντες, ἐμοὶ τὴν τῆς ἀσεβείας βλασφημίαν προστρίβετε)· εἰς τὴν πατρῴαν ἐπανήξετε γῆν, καὶ τῆς συνήθους ἀπολαύσεσθε προμηθείας, προσφέροντες μὲν εὐγνωμόνως, ὧν δέχεσθε ἀγαθῶν τὰς ἀπαρχὰς, ὁρῶντες δὲ κἀμὲ εὐμενῶς προσδεχόμενον. μαʹ, μβʹ. Ἐν ὀσμῇ γὰρ, φησὶν, εὐωδίας προσδέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ' ὀφθαλμοὺς τῶν λαῶν· Καὶ ἐπιγνώσεσθε