Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1008
Not analysed yet
τῆς συμφορᾶς μάθωσιν ἅπαντες, ὡς αὐτὸς δεσπόζει τῆς οἰκουμένης. μθʹ. Καὶ εἶπον· Μηδαμῶς Ἀδωναῒ Κύριε αὐτοὶ λέγουσι πρὸς μὲ, Οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη; Τούτων, φησὶν, οὕτως εἰρημένων, ἐγὼ μὲν τοῦ λαοῦ τὴν ἀπιστίαν ἐγνώρισα τῷ Δεσπότῃ, εἰρηκὼς, ὅτι παραβολὴν, ἀλλ' οὐκ ἀλήθειαν ὑπολαμβάνουσιν εἶναι τὰ λεγόμενα· αὐτὸς δὲ λοιπὸν ὁ Δεσπότης τὰ παραβολικῶς εἰρημένα σαφέστερον εἰπεῖν με προσέταξε. Φησὶ δὲ οὑτωσί· ΚΕΦΑΛ. ΚΑʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν, καὶ προφήτευσον περὶ τῆς γῆς τοῦ Ἰσραήλ. Ἐπειδὴ, φησὶ, παραβολὴν ἁπλῶς, καὶ οὐκ ἀλήθειαν ὑπολαμβάνουσιν εἶναι τὰ εἰρημένα, ὑπόδειξον αὐτοῖς σαφῶς, ὅτι δρυμὸς ὁ Ναγὲβ, τουτέστιν, ὁ μεσημβρινὸς καὶ ὁ νότιος, αὕτη ἐστὶν ἡ Ἱερουσαλήμ. γʹ. Καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος, Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον. Δῆλον δὲ, ὅτι ἐγχειρίδιον τὴν τιμωρίαν καλεῖ· κολεὸν δὲ, τουτέστι, τὴν θήκην τοῦ ἐγχειριδίου, τὴν μακροθυμίαν ὀνομάζει, ἧς παυομένης γυμνὴ λοιπὸν τοῖς ἀξίοις ἐπιφέρεται ἡ τιμωρία. Καὶ τὸ δίκαιον δὲ τῆς τιμωρίας δεικνὺς, καλῶς προστέθεικε τὸ, «Ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον.» Εἶτα διδάσκει καὶ τὰ τοῖς ἄλλοις ἔθνεσι τοῖς ἐν μέσῳ διακειμένοις κατ' ἐκεῖνο τοῦ καιροῦ συμβησόμενα. δʹ. Ἀνθ' ὧν, φησὶν, ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ οὐκ ἀποστρέψει οὐκέτι. Τῶν γὰρ ἐν σοὶ, φησὶ, παρανομιῶν ἕνεκεν, οἷόν τι ἐγχειρίδιον ἀπὸ θήκης ἐκφέρων τῶν Χαλδαίων τὴν στρατείαν, τῇ αὐτῇ παραδώσω τιμωρίᾳ καὶ τοὺς ἐν μέσῳ σοῦ τε καὶ τῶν Χαλδαίων διακειμένους, καὶ παρασκευάσω γνῶναι πάντας διὰ τῆς πείρας, ὡς ἐγὼ πάντων ἔχω τὴν ἐξουσίαν, καὶ τῇδε αὐτοὺς ἐνδίκως περιέβαλον τῇ συμφορᾷ. ϛʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν. Ἀκολουθείτω, φησὶ, τοῖς λεγομένοις καὶ ἡ παρὰ σοῦ συμπάθεια, καὶ δίδαξον αὐτοὺς δι' ὧν στένεις, ὡς ἀληθῆ τὰ λεγόμενα. ζʹ. Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σέ· Ἕνεκεν τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, Ἐπὶ τὴν ἀγγελίαν, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ παραλυθήσονται πᾶσαι χεῖρες, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, καὶ