Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1009
Not analysed yet
ἔσται, λέγει Ἀδωναῒ Κύριος. Σοῦ, φησὶ, στενάζοντος ἀναγκαίως ἐρήσονται, μαθεῖν ἐθέλοντες τὴν τοῦ πάθους αἰτίαν· ἐρομένοις τοίνυν ἀπόκριναι, ὅτι Τὰ ἐσόμενα προθεωρῶν κακὰ, καὶ τὰς χαλεπὰς ἀγγελίας, καὶ τὸ ἐντεῦθεν πᾶσιν ἐπιγενόμενον δέος, στένω, καὶ ὀλοφύρομαι τῶν ὁμοφύλων τὰς συμφοράς. ηʹ—ιʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος, Εἰπὸν ῥομφαίᾳ· Ῥομφαία ὀξύνου, καὶ θυμώθητι· Ὅπως σφάξῃς σφάγια ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουθένει, ἀπόθου πᾶν ξύλον. Ῥομφαίαν πάλιν τροπικῶς τὴν τιμωρίαν καλεῖ διὰ τῶν Βαβυλωνίων, καὶ Ἰουδαίοις, καὶ τοῖς ἄλλοις τοῖς ἐν μέσῳ ἔθνεσιν ἐπενεχθεῖσαν. Δοκεῖ δέ μοι αὐτὸς παρεγγυᾷν θήγεσθαι, καὶ στιλβοῦσθαι, καὶ σφάττειν, καὶ πᾶν ξύλον πρόῤῥιζον ἀνασπᾷν, διδάσκων ὡς αὐτοῦ συγχωροῦντος ταῦτα γενήσεται, καὶ οὐ τῇ τοῦ Βαβυλωνίου δυνάμει, ἀλλὰ τῇ αὐτοῦ ἐνεργείᾳ τούτων ἕκαστον ἐπιτελεῖται. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Δευτερονομίῳ ὑπ' αὐτοῦ τοῦ Θεοῦ εἰρημένον, «Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἐκδικήσω, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα.» Καὶ ἐν τούτοις γὰρ μάχαιραν, καὶ βέλη, τὴν τιμωρητικὴν ἐνέργειαν προσηγόρευσε, τὰς ἀξίας δίκας παρὰ τῶν ὑπευθύνων εἰσπραττόμενος. Εἶτα ἐπάγει· ιαʹ. Καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν τὴν χεῖρα αὐτῆς, ἐξηκονήθη, ῥομφαία ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρας ἀποκεντούντων. Ταύτην γὰρ, φησὶ, «τὴν μάχαιραν εὐτρεπῆ» γενομένην ἐνεχείρισε τοῖς εἰς τὸ κολάζειν ἐπιτηδείοις· σημαίνει δὲ τοὺς Χαλδαίους. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ ὑπὸ τοῦ Θεοῦ εἰρημένον εἰς τὸν Βαβυλώνιον, ἢ γοῦν Ἀσσύριον· «Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον, ἢ ξύλον.» Καὶ πάλιν, «Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ τῆς ὀργῆς μου ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν.» Ἣν τοίνυν ῥάβδον παιδευτικὴν, καὶ ἀξίνην, καὶ πρίονα, ὄργανα φυτῶν δαπανητικὰ, ἐκεῖ προσηγόρευσεν, ἐνταῦθα ῥομφαίαν ὠνόμασε, θηγομένην μὲν, καὶ στιλβουμένην ὑπὸ τῆς τῶν κολαζομένων τιμωρίας, καθάπερ δέ τισι δημίοις τοῖς Βαβυλωνίοις ἐγχειριζομένην. Ταύτην δὲ τὴν τιμωρίαν καὶ πῦρ ἄνω κέκληκε, ταῖς πολλαῖς προσηγορίαις δεδίσσεσθαι βουλόμενος, καὶ εἰς μεταμέλειαν ἀγαγεῖν τοὺς τῇ δυσσεβείᾳ προστετηκότας. Τούτοις ἐπάγει·