Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1020
Not analysed yet
οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.» Ὅταν γὰρ, φησὶν, ἀναφανῇ ἐκεῖνος, εἰς ὃν αἱ ἐπαγγελίαι φέρονται, τότε παραδοὺς αὐτῷ τὴν βασιλείαν, τούτους ἐκδώσω πανωλεθρίᾳ. Ἐντεῦθεν κατὰ Ἀμμανιτῶν τρέπει τὴν προφητείαν· ἀπεχθῶς γὰρ περὶ τοὺς Ἰουδαίους διακείμενοι ταῖς τούτων ἐφήδοντο συμφοραῖς. κηʹ, κθʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν· καὶ ἐρεῖς· Ῥομφαία, ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν· ἐγείρου, ὅπως στίλβῃς ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαι ψευδῆ. Ἐμαντεύσατο δὲ οὐχὶ ἡ ῥομφαία, ἀλλ' οἱ ταύτῃ χρησάμενοι. Ψευδῆ δὲ τὴν μαντείαν καὶ τὴν ὅρασιν προσηγόρευσεν, ὡς ἀλλοτρίαν τῆς ἀληθείας ὑπάρχουσαν. Εἰ γὰρ καὶ τότε ἀληθῆ προεσήμαινεν, ἀλλὰ τῶν θείων προφητῶν προαγορευόντων τὴν θείαν ἀπόφασιν, ἃ παρ' ἐκείνων ἤκουσε προμηνύειν ἔδοξε· πονηρίᾳ γὰρ συζῶντες οἱ ἀλιτήριοι δαίμονες, τῷ μὲν Ναβουχοδονόσορ διὰ τῶν μαντειῶν τὰ παρὰ τῶν προφητῶν διεπόρθμευον, τοῖς δὲ Ἰουδαίοις διὰ τῶν ψευδοπροφητῶν τἀναντία προηγόρευον, εἰρήνην αὐτοῖς ὑπισχνούμενοι, καὶ τῶν πολεμίων φυγήν· ἵν' ἀπειθοῦντες τῷ Θεῷ, καὶ ἀντιλέγοντες, καὶ γυμνοὶ τῆς συνήθους προμηθείας γενόμενοι, παραδοθῶσιν ὑπὸ τῆς δίκης τοῖς πολεμίοις, καὶ ἀληθεῖς ἀποφανθῶσιν αὐτῶν οἱ χρησμοί. Οὕτως ἐντειλάμενος τῇ ῥομφαίᾳ τοῖς τραχήλοις ἐπιτεθῆναι τῶν ἀνόμως καὶ παρανόμως βεβιωκότων, ὡς τοῦ πέρατος αὐτῶν καὶ τοῦ τέλους ἐφθακότος, παρακελεύεται λέγων· λʹ. Ἀπόστρεφε εἰς τὸν κολεόν σου, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγένησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε. Ὑμᾶς δὲ, φησὶν, ὦ Βαβυλώνιοι, οὓς ῥομφαίαν ὀνομάζω, ταῦτα πεποιηκότας, ἃ παρηγγύησα, οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῇ οἰκείᾳ γῇ δίκας ἀπαιτήσω τῆς ἀσεβείας. λαʹ. Καὶ ἐκχεῶ ἐπὶ σὲ τὴν ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ. Τὸ εὔκολον τῆς θείας δυνάμεως διὰ τούτων ἐδήλωσε. Ὥσπερ γὰρ, φησὶ, τὸ ἐμφυσῆσαι ῥᾴδιον, οὕτως εὐπετὲς καὶ λίαν εὐμαρὲς, παραδοῦναί σε παντοδαπῇ τιμωρίᾳ. Καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν. (λβʹ.) Ἐν πυρὶ ἔσῃ κατάβρωμα· τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα. Τὴν Μήδων καὶ Περσῶν ἐπανάστασιν κατὰ τῆς Βαβυλῶνος διὰ τούτων ᾐνίξατο, οἳ πᾶν εἶδος μηχανημάτων τοῖς περιβόλοις πολιορκοῦντες προσήνεγκαν, καὶ νύκτωρ ἐν ἑορτῇ εἴσω τοῦ ἄστεως γεγονότες, ἅπασαν μὲν ἐχειρώσαντο τὴν πόλιν, ἐνέπρησαν δὲ τὸ πλεῖστον, αἱμάτων δὲ καὶ τὰς οἰκίας καὶ τὰς ἀγυιὰς ἁπάσας ἐπλήρωσαν.