Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1017
Not analysed yet
τῶν γὰρ ὑμετέρων ἐπιτηδευμάτων ἡ πονηρία, καὶ ἡ τῆς ἀσεβείας ὑπερβολὴ, καὶ τῆς ἐμῆς ὑμᾶς ἐγύμνωσε χάριτος, καὶ ὑπὸ τοῖς πολεμίοις γενέσθαι πεποίηκεν, οἳ διὰ μαντείαν τὰς καθ' ὑμῶν ἐφόδους ποιούμενοι, ὁρῶσιν ἀκολουθοῦντα ταῖς μαντείαις τὰ πράγματα· ἐπειδὴ τοίνυν καὶ τῆς ἐκείνων ἀληθείας ἐγένεσθε πρόξενοι, εἰκότως ἁλώσεσθε, καὶ τιμωρίᾳ παραδοθήσεσθε. Ἐντεῦθεν ἐπὶ τοὺς ἄρχοντας μεταβαίνει, τόν τε βασιλέα, καὶ τοὺς ἱερέας, καί φησιν· κεʹ, κϛʹ. Καὶ σὺ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας· τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀφελοῦ τὴν κίδαριν, καὶ ἀπόθου τὸν στέφανον, αὕτη οὐ τοιαύτη ἔσται. Σὺ μὲν, φησὶν, ὁ ἱερεὺς, διὰ τὴν παρανομίαν τῆς ἱερατικῆς ἐγυμνώθης κιδάρεως· σὺ δὲ, ὁ βασιλεὺς, δυσσεβείᾳ συζήσας, σεαυτὸν ἀπεστέρησας τοῦ στεφάνου. Ἑκατέρα τοίνυν ἡγεμονία τὰ ἑαυτῆς ἀποθέσθω σύμβολα· αὕτη γὰρ, φησὶν, ἡ πολιορκία οὐκ ἔοικε ταῖς πάλαι· τέλος γὰρ ἔλαβεν ἡ καθ' ὑμᾶς βασιλεία. Καὶ τὴν αἰτίαν διδάσκων· «Ἐταπείνωσας, φησὶ, τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινὸν ἀδικίᾳ.» Ἀδικίᾳ γὰρ χρησάμενος συνεργῷ, τὸ μὲν ὑψηλὸν δι' ἀρετὴν ἐταπείνωσας, τὸ δὲ ταπεινὸν δι' ἀδικίαν τοῖς λόγοις ἐπῆρας, παραφθείρας τὸ δίκαιον. Διό φησιν· κζʹ. Ἀδικίαν, ἀδικίαν θήσομαι αὐτήν. Τούτου χάριν σε, φησὶ, ταύτης τῆς ἀδικίας πράξομαι δίκας. Εἶτα ἐπάγει· «Οὐδ' αὕτη τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.» Τῶν μὲν γὰρ προτέρων, φησὶ, πολιορκιῶν αὕτη χαλεπωτέρα· οὐ μὴν, φησὶ, παντελῶς κατασβέσω τὸν τῆς βασιλικῆς συγγενείας σπινθῆρα, ἕως ἂν ἔλθῃ ᾧ καθήκει, καὶ ᾧ ἁρμόττει, καὶ αὐτῷ παραδώσω τὴν βασιλείαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλός φησιν· «Ἕως ἂν ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ Μεσίτου.» Καὶ Ἰακὼβ ὁ πατριάρχης τὸν Ἰούδαν εὐλογῶν ἔφη· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Καὶ ἐνταῦθα τοίνυν τὴν τοῦ Δεσπότου Χριστοῦ βασιλείαν ᾐνίξατο, εἰρηκώς· «Οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.» Εἰ γὰρ καὶ ὑπέμεινε πολιορκίαν καὶ πόρθησιν ἡ Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, ἀλλ' οὐ τοιαύτην, οἵαν ὑπὸ τῶν Ῥωμαίων μετὰ τὸν σωτήριον σταυρόν. Μετὰ μὲν γὰρ τὴν προτέραν ἅλωσιν ἑβδομήκοντα διελθόντων ἐτῶν πάλιν ἀνῳκοδομήθη, καὶ τὴν προτέραν εὐπραξίαν ἔλαβε· μετὰ δὲ τὸν σωτήριον σταυρὸν ἐσχάτην ἐρημίαν ὑπέμεινεν· αὐτοὶ δὲ οἱ Ἰουδαῖοι οὐδὲ ἐπιβῆναι τῶν ὅρων ἐκείνων τολμῶσιν ἀπειργόμενοι νόμῳ· διὰ τοῦτο ἔφη· «Οὐδ' αὕτη τοιαύτη ἔσται,» ἀντὶ τοῦ, οἵα ἡ ἐσομένη· φυλάξω γὰρ τὸ γένος, «ἕως