Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1024
Not analysed yet
ζʹ. Πατέρα, φησὶ, καὶ μητέρα ἐκακολόγουν ἐν σοί. Ἓν δὲ καὶ τοῦτο τῶν ἀπηγορευμένων τῷ νόμῳ. «Καὶ πρὸς τὸν προσήλυτον, φησὶν, ἀνεστρέφοντο ἐν ἀδικίᾳ, ἐν σοί.» Καὶ τοῦτο δὲ ἀπηγορεύκει ὁ νόμος οὑτωσὶ λέγων· «Καὶ προσήλυτον οὐ κακώσετε, ὅτι προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.» Ἀφ' ὧν ἐπάθετε, φησὶ, μάθετε φιλανθρωπίαν· ἀλλὰ καὶ τοῦτον ἀδεῶς τὸν νόμον παρέβαινον. Εἶτα καὶ ἕτερον· «Ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί.» Πᾶν δὲ τοὐναντίον ὁ ἀγαθὸς νομοθετεῖ Θεός· «Κρίνατε γὰρ, φησὶν, ὀρφανὸν, καὶ δικαιώσατε χήραν.» Καὶ ἐν τῷ νόμῳ· «Οὐκ ἐπανατρυγήσεις, φησὶ, τὴν ἄμπελόν σου, καὶ ἔσται τῷ ὀρφανῷ, καὶ τῇ χήρᾳ, καὶ τῷ προσηλύτῳ.» Οὗτοι δὲ οὐ μόνον ἀγαθοῦ τινος οὐ μετεδίδοσαν αὐτοῖς, ἀλλὰ καὶ κακῶς διετίθεσαν. Καὶ τὰ τούτου χαλεπώτερα· ηʹ. Καὶ τὰ ἅγιά μου ἐξουθένουν, καὶ τὰ Σάββατά μου ἐβεβήλουν ἐν σοί. Τοὺς γὰρ ἐμοὺς, φησὶν, ἐπάτουν νόμους, καὶ τὴν ἀργίᾳ τετιμημένην ἡμέραν ἐργασίᾳ παρανόμῳ καθύβριζον. Καὶ τὰ τούτων δυσσεβέστερα. θʹ. Ἄνδρες λῃσταὶ ἦσαν ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα· ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί. Τούς τε γὰρ παρανομίᾳ συζῶντας, ἀνδροφόνους καὶ μιαιφόνους ὄντας, καὶ τοὺς ἐν τοῖς ὄρεσι τοὺς δαίμονας τιμῶντας, καὶ τοῖς εἰδωλικοῖς τεμένεσιν ἐντρυφῶντας, εἶχες ἐνδιαιτωμένους.» Καὶ ἀνόσια, φησὶν, ἐποίουν ἐν μέσῳ σου.» Ἔπειτα τούτων ἕκαστον διηγεῖται. ιʹ. Καὶ αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί. Μητρυιαῖς, φησὶ, συνεγίνοντο· τοῦτο γὰρ ἀποκάλυψιν αἰσχύνης πατρὸς ὠνόμασεν· οὕτω γὰρ αὐτὸ καὶ ἐν τῷ νόμῳ προσηγόρευσεν. «Ἀσχημοσύνην γὰρ, φησὶ, γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη γὰρ πατρός σού ἐστιν.» Λαγνίστατοι, γὰρ, φησὶν, ὄντες, καὶ λίαν ἀκόλαστοι, οὐδὲ τῶν τὸ τῆς ῥύσεως πάθος ὑπομενουσῶν γυναικῶν ἀπείχοντο· ὃ οὐ μόνον παράνομόν ἐστιν, ἀλλὰ καὶ λίαν ἀκάθαρτον. Εἶτα ἐπιμένει τῆς λαγνείας κατηγορῶν. ιαʹ. Ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἠνόμουν, καὶ ἕκαστος τὴν νύμφην αὑτοῦ ἐμίαινον ἐν ἀσεβεία. Ἐπίτασις δὲ τοῦτο παρανομίας· οὔτε γὰρ ἴσον ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι, καὶ τῷ τοῦ ἰδίου παιδὸς ἐπιβουλεῦσαι γάμῳ· ἀλλ' ὅσῳ πορνείας ἡ μοιχεία χαλεπωτέρα, τοσούτῳ τῆς μοιχείας ἡ πρὸς τὴν νύμφην κοινωνία δυσσεβεστέρα. «Καὶ ἕκαστος τὴν ἀδελφὴν αὑτοῦ θυγατέρα τοῦ πατρὸς αὑτοῦ ἐταπείνουν ἐν σοί.» Καὶ ἐνταῦθα δὲ σαφῶς ἔδειξε τὴν τοῦ μύσους ὑπερβολὴν, ἑνὸς πατρὸς ὑποδείξας φυτὰ, τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἐντεῦθεν ἐπὶ τὴν τῆς πλεονεξίας κατηγορίαν χωρεῖ. ιβʹ. Δῶρα ἐλάμβανον ἐν σοὶ, ὅπως ἐκχέωσιν