Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1025
Not analysed yet
αἷμα. Ἀπεμπωλοῦντες, φησὶ, διετέλουν τὸ δίκαιον, καὶ χρημάτων ἀπεδίδοντο τὰς ἀθώας σφαγάς· εἶτα τελευταῖον οἷόν τινα κολοφῶνα ἐπιτίθησι τῶν κακῶν. «Τόκον καὶ πλεονασμὸν ἐλάμβανον ἐν σοί.» Εἰ δὲ μὴ τελευταῖον ὡς χαλεπώτερον ἔκειτο, συνετέτακτο δὲ ὅμως τοῖς εἰρημένοις, ἱκανὸν ἦν δεδίξασθαι τοὺς χρωμένους, καὶ πεῖσαι φυγεῖν τῆς ἀπληστίας ταύτης τὸ εἶδος, ὡς τοῖς ἄγαν δυσσεβέσι καὶ παρανόμοις συνεζευγμένον· ἀνδροφόνοις γὰρ καὶ εἰδωλολάτραις, καὶ τοῖς λαγνιστάτοις, καὶ ἀκολαστοτάτοις συνηριθμήθη. Οὕτω διηγησάμενος τῆς κακίας τὰ εἴδη, διδάσκει λοιπὸν καὶ τὴν ἐσομένην τιμωρίαν Καὶ συντελέσω συντέλειαν κακίας σου, τοῖς ἐν καταδυναστείᾳ· ἐμοῦ δὲ ἐπελάθου, λέγει Ἀδωναῒ Κύριος. (ιγʹ, ιδʹ.) Ἰδοὺ οὖν πατάξω χεῖρά μου πρὸς χεῖρα ἐφ' οἷς συντετέλεσαι, καὶ οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου. Εἰ ὑποστήσεται ἡ καρδία σου, ἢ κρατήσουσιν αἱ χεῖρές σου, ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί; Δεσποτικῶς καὶ δικαστικῶς λέγει πατάσσειν τὰς χεῖρας, ὑποδεικνὺς τὴν ὀργήν· ἐπειδὴ γὰρ, φησὶν, ἐπελάθου μου, καὶ οὐδὲ τῶν εὐεργεσιῶν μου, οὐδὲ τῶν νόμων λαβεῖν ἠθέλησας μνήμην, τοιαῦτά σοι, φησὶν, ἐπάξω δεινὰ, ὥστε τὰς μὲν χεῖρας διαλυθῆναι, τὴν δὲ καρδίαν θορύβου παντὸς ἀναπλησθεῖσαν ἀπογνῶναι τὴν σωτηρίαν. Εἶτα τῶν εἰρημένων τὸ ἀψευδές· «Ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω.» Βεβαιοῖ, φησὶ, τὰ εἰρημένα τὸ τοῦ εἰρηκότος ἀξίωμα· ἀρκεῖ γὰρ ὑμᾶς, μαθόντας τίς ὁ φθεγξάμενος, πιστεῦσαι τοῖς εἰρημένοις. ιεʹ. Καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ σε ἐν ταῖς χώραις. Εἶτα ἡ ἐντεῦθεν ὠφέλεια. Καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ· (ιϛʹ.) Καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν, διότι ἐγὼ Κύριος. Ὅταν γὰρ, φησὶν, αἰχμάλωτοι γένησθε, καὶ μέτοικοι, τηνικαῦτα τῇ πείρᾳ διδαχθήσεσθε σωφρονεῖν, καὶ τῆς προτέρας παυσάμενοι παρανομίας, μαθήσεσθέ με Θεὸν ὑμῶν ὄντα καὶ Κύριον, καὶ κληρονομία ἐμὴ χρηματίσετε, καὶ μαθήσεται δι' ὑμῶν τὰ ἔθνη, ἐν οἷς παροικεῖτε, τὴν ἐμὴν ἀξίαν καὶ δύναμιν. ιζʹ, ιηʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ καὶ μολύβδῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένοι εἰσίν. Ἔοικε, φησὶν, ὁ λαὸς οὗτος, ὦ προφῆτα, ἀργύρῳ κιβδήλῳ, καὶ πολλὴν ἐπιμιξίαν ἔχοντι χαλκοῦ, καὶ σιδήρου, καὶ κασσιτέρου, καὶ μολύβδου. Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμα-