Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1056
Not analysed yet
τον τῶν ἐσομένων· «Καὶ ἥξει, καὶ ποιήσω· οὐ διαστελῶ, οὐ φείσομαι, καὶ οὐ μὴ παρακληθῶ.» Οὐ γὰρ τοὺς μὲν ἐάσω, τοὺς δὲ παραδώσω, ἀλλὰ πάντας τοῖς ἠπειλημένοις ἐκδώσω κακοῖς. Ὑποδείκνυσι δὲ καὶ τὸ δίκαιον τῆς τιμωρίας. «Κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Ἀδωναῒ Κύριος.» Καὶ τὸ αὐτὸ πλατύτερον· «Διὰ τοῦτο ἰδοὺ ἐγὼ κρινῶ σε κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν.» Ἐπίσημος, φησὶν, ἐπὶ κακίᾳ γεγένησαι· αἴτιον δέ σοι τῆς παρανομίας, τὸ τοῖς πονηροῖς ἀκολουθεῖν λογισμοῖς· καὶ τοῦτο παρεδήλωσεν εἰρηκώς· «Κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε.» Πρότερον γὰρ λογιζόμενοι, εἴτε ἀγαθὰ, εἴτε κακὰ, καὶ τότε τὸ ἔργον τοῖς λογισμοῖς ἐπιφέρομεν. Ἐντεῦθεν ἐφ' ἕτερον εἶδος μεταφέρει τὴν προφητείαν, καί φησιν· ιεʹ—ιζʹ. Ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου· οὐ μὴ κόψῃ, οὐδὲ μὴ κλαύσῃς, οὐδ' οὐ μὴ ἔλθῃ σοι δάκρυα. Στέναξαι σιγῶν, στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστίν. Ἐπιθυμήματα, ἢ ἐνθυμήματα ὀφθαλμῶν, οὕτω γὰρ ἔνια τῶν ἀντιγράφων ἔχει, τὴν ὁμόζυγα καλεῖ γυναῖκα, ἧς ἀποθανούσης, ὁ προφήτης κελεύεται, μήτε δακρύσαι, μήτε ὀδύρεσθαι, ἀλλὰ στένειν σιγῇ, καὶ ταῦτα περὶ τὴν ὀσφὺν τοῦ πένθους ὄντος. Διὰ γὰρ τῆς ὀσφύος τὴν τῆς παιδοποιΐας ἐπιθυμίαν ἐδήλωσεν· οὕτω γὰρ καὶ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Λευῒ τὸν λόγον ποιούμενος ἔφη· «Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντηκεν αὐτῷ Μελχισεδὲκ, καὶ ηὐλόγησεν αὐτόν.» Διὸ καὶ ζωννύναι τὰς ὀσφύας κελευόμεθα, ἵνα τῆς ἐπιθυμίας ἀναστέλλωμέν τε καὶ ἀναχαιτίζωμεν τὰς ὁρμάς. Δεῖξαι τοίνυν τὴν τοῦ πάθους ὑπερβολὴν βουλόμενος, εἰκότως ἔφη· Στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστί·» τουτέστι, τοῦ θανάτου ὁ στεναγμὸς καὶ τὸ πένθος περὶ τὴν ὀσφύν ἐστιν. Ἀλλ' ὅμως καὶ τοιαύτης οὔσης συμφορᾶς παρακελεύεται αὐτῷ μὴ θρηνεῖν· «Ἀνθρώπινον γὰρ πένθος οὐ ποιήσῃ.» Εἶτα καὶ τὸν τρόπον διδάσκει· «Ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, καὶ οὐ μὴ παρακληθῇς ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ φαγῇ.» Μηδὲν, φησὶν, ὧν εἰώθασιν οἱ πενθοῦντες ποιεῖν ἀνάσχῃ ποιῆσαι, μήτε τὴν κεφαλὴν ἀποκείρασθαι, μήτε ἀνυπόδετος βαδίσαι, μήτε δι' αὐτῶν καλουμένων περιδείπνων παραψυχῆς