Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1053
Not analysed yet
(ηʹ) Τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν, ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς, ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ τοῦ μὴ καλύψαι αὐτό. Οὐ κατακαλύψω, φησὶ, τὰς ὑπ' αὐτῶν τολμηθείσας παρανομίας, ἀλλὰ γυμνὰς αὐτὰς καταστήσω, καὶ πᾶσιν ὑποδείξω, καθάπερ τι αἷμα, οὐκ ἐπὶ γῆς ἐκχεόμενον καὶ καταποθούμενον, ἀλλ' ἐπὶ λείας βαλλόμενον πέτρας, καὶ εἰς τὸ διηνεκὲς φυλαττόμενον, εἰς κατηγορίαν τῶν ἐκχέαι τοῦτο τετολμηκότων. θʹ—ιβʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ πόλις τῶν αἱμάτων, καί γε ἐγὼ μεγαλυνῶ τὸν δαλόν. Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς, καὶ τὰ ὀστᾶ συμφρυγῇ. Καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας αὐτῆς κενή· ἐξήφθη ὅπως προσκαυθῇ, καὶ θερμανθῇ, καὶ ἐκφρυγῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ αὐτῆς ἡ ἀκαθαρσία αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς. Ταπεινωθῇ ὁ ἰὸς αὐτῆς, καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς. «Μεγαλυνῶ, φησὶ, τὸν δαλὸν,» τουτέστιν, αὐξήσω τὴν ἀρχὴν τῶν κακῶν. «Καὶ πληθυνῶ τὰ ξύλα,» ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, «τὰ δὲ ἑψόμενα κρέα,» τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώπους, κατατακῆναι παρασκευάσω· καὶ οἱ μὲν ὑπὸ λιμοῦ δαπανηθῶσι, δίκην ὀστῶν συμφρυγόμενοι, οἱ δὲ ταῖς παντοδαπαῖς κατακαυθῶσι συμφοραῖς, καθάπερ κρέα ἑψόμενα· τῇ δὲ πολλῇ τοῦ πυρὸς προσβολῇ καὶ ὁ ζωμὸς δαπανηθήσηται, καὶ ἅπασα ἀναγκαία χρεία καὶ πρόφασις παραψυχῆς, ὥστε λοιπὸν αὐτὸν καθ' ἑαυτὸν τὸν χαλκὸν τῷ πυρὶ προσομιλοῦντα κατατακῆναι, καὶ σὺν τῷ ἰῷ δαπανηθῆναι. Τῶν γὰρ ὑπερμαχούντων τῆς πόλεως ἡττηθέντων, ἁλοῦσα λοιπὸν ἀνάστατος ἐγένετο, καὶ πυρὶ παρεδόθη· ἀλλ' ὅμως, φησὶ, καὶ τοσούτων αὐτῇ προσπεσόντων κακῶν οὐκ ἀπηλλάγη τοῦ ἰοῦ, ἀλλ' ἔμεινεν ἐν αὐτῇ ἡ περὶ τὸ ἁμαρτάνειν ῥοπή. Διὸ ἐπάγει· Πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς. (ιγʹ.) Ἐν τῇ ἀκαθαρσίᾳ σου ζέμα. Σὺ, φησὶν, ἐν τῇ παρανομίᾳ σου τὴν ζέσιν ταύτην καὶ τοῦ πυρὸς ἐξῆψας τὴν φλόγα· πολὺν γὰρ ἔσχες ἁμαρτημάτων ἰὸν, ὃς ἐπὶ τοῦ παρόντος γυμνωθεὶς αἰσχύνης ἀναπλησθήσεται. «Ἀνθ' ὧν ἐμιαίνου σὺ, καὶ οὐκ ἐκαθάρθης ἀπὸ ἀκαθαρσίας σου, καὶ οὐ μὴ καθαρθῇς οὐκ ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου ἐν σοί.» Μὴ βουληθεὶς γὰρ διὰ μετανοίας ἀκέσασθαί σου τὰ τραύματα, οὐ μὴ τύχῃς συγγνώμης, οὐδὲ μὴ καθάρσεως ἀπολαύσῃς, ἕως ἂν δῷς δίκας, ὑπὲρ ὧν παρηνόμησας· εἶτα τὸ ἀψευδὲς τῶν εἰρημένων δείκνυσι τῇ τοῦ προσώπου ποιότητι. ιδʹ. Ἐγὼ Κύριος λελάληκα. Καὶ τὸ ἀναντίῤῥη-