Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1060
Not analysed yet
μέχρι τοῦ παρόντος ἐκομπάζετε καὶ μεγαλαυχούμενοι διετελεῖτε, καὶ πρὸς τούτοις μυρίοις ἑτέροις περιπειρόμενοι κακοῖς, οὐδὲ θρήνων ἄδειαν ἕξετε, οὐδὲ ποιῆσαι τὰ συνήθη συγχωρηθήσεσθε, οὐ κεφαλὴν ἀποκεῖραι, οὐχ ὑποδημάτων γυμνῶσαι τοὺς πόδας, οὐ ταῖς λιβάσι τῶν δακρύων τὸ βαρὺ τῆς λύπης ἀποφορτίσασθαι, οὐ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, οὐκ ἄλλο τι τῶν συνήθων ἐπιτελέσαι. Καὶ ἀναμνησθήσεσθε τῶν ὑπὸ τοῦ προφήτου γεγενημένων, καὶ μαθήσεσθε διὰ τοῦ τέλους τῶν πραγμάτων, ὅτι καθάπερ τι τέρας ὑμῖν καὶ σημεῖον ὁ προφήτης ἐγένετο, διὰ τῶν πραγμάτων ὑμῖν προσενεγκὼν τῶν ἐσομένων πρόῤῥησιν. κεʹ—κζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω παρ' αὐτῶν τὴν ἰσχὺν αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν τῆς ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν, καὶ θυγατέρας αὐτῶν; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζόμενον, καὶ λαλήσεις, καὶ οὐ μὴ κωφωθῇς οὐκ ἔτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Μὴ μόνον ἐπὶ τοῦ παρόντος ταῦτα αὐτοὺς διδάξεις· ἀλλὰ καὶ ὅταν τέλος ἡ πρόῤῥησις λάβῃ, καὶ τά γε ἅγια τοῖς ἀνοσίοις βαρβάροις παραδοθῇ, οἵ τε υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες παραδοθῶσι σφαγῇ, καὶ ἀφίκηταί τις ἐκεῖθεν τὰ γεγενημένα διδάσκων, ἀναμνήσων αὐτοὺς τῆς προῤῥήσεως, καὶ μὴ ἀνάσχῃ σιγῆσαι, ἵνα μάθωσιν ὡς ἐμοῦ βουληθέντος καὶ συγχωρήσαντος ταῦτα γεγένηται, καὶ δίκας τίσουσι τῶν ἀσεβημάτων· καὶ οὐ διὰ τὴν τῶν πολεμίων ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐμὴν δικαίαν ὀργὴν πεπόνθασιν. Ἐντεῦθεν λοιπὸν ἐπὶ τοὺς ἐκ γειτόνων οἰκοῦντας τοῦ Ἰσραὴλ, καὶ ἐφηδομένους αὐτοῖς, τρέπει τὴν προφητείαν, καὶ πρώτους εἰς μέσον ἄγει τοὺς υἱοὺς Ἀμμών. ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. αʹ—εʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπ' αὐτούς. Καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· Ἀκούσατε λόγον Ἀδωναῒ Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθη ἐν αἰχμαλωσίᾳ· διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὑτῶν ἐν σοὶ, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὑτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὰς προβάτων, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Υἱοὺς Κεδὲμ οἱ ἄλλοι ἑρμηνευταὶ υἱοὺς Ἀνατολῶν ἡρμήνευσαν· εἰσὶ δὲ οὗτοι ἀπὸ Ἰσμαὴλ τὸ γένος