Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1061
Not analysed yet
κατάγοντες. Λέγει τοίνυν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου πρὸς υἱοὺς Ἀμμών· Ἐπειδὴ ἐφήσθητε θεασάμενοι τὸν ἀφιερωθέντα μοι νεὼν ὑπὸ μιαρῶν καὶ ἀνοσίων ἀνθρώπων πατηθέντα, καὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἀφανισθεῖσαν, καὶ τὴν Ἰούδα φυλὴν αἰχμάλωτον γενομένην, ὑποχειρίους ὑμᾶς ποιήσω τοῖς πολλῷ τῶν Βαβυλωνίων ὑποδεεστέροις τε καὶ ἀσθενεστέροις, οἳ πολλαῖς σε περιβαλοῦσι συμφοραῖς, τὰς μὲν σκηνὰς ἐν ταῖς σαῖς πόλεσι καταπηγνύντες, τὰς δὲ τῶν καμήλων ἀγέλας ἐν τῇ σῇ καταβόσκοντες χώρᾳ, ὑμᾶς δὲ αὐτοὺς καθιστάντες νομέας προβάτων. Τούτων τοίνυν εἰς ὑμᾶς γιγνομένων, μαθήσεσθε ὡς οὐ διὰ τὴν ἐμὴν ἀσθένειαν πέπονθεν ὁ ἐμὸς λαὸς ἃ πέπονθεν, ἀλλὰ διὰ τὴν αὑτοῦ παρανομίαν. ϛʹ, ζʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐκρότησας τῇ χειρί σου, καὶ ἐψόφησας τῷ ποδί σου, καὶ ἐπεχάρης τῇ ψυχῇ σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Ἐπειδὴ γὰρ, φησὶν, ἐφηδόμενος καὶ ἐπευφραινόμενος τοῖς τοῦ λαοῦ μου κακοῖς, καὶ ταῖς χερσὶν ἐκρότεις, καὶ ψόφον διὰ τῶν ποδῶν ἀπετέλεις σκιρτῶν καὶ χορεύων, τούτου χάριν χαλεπώτερα πείσῃ, καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν ἐμὴν δεσποτείαν. Ἐντεῦθεν ἐπὶ τὸν Μωὰβ, ἀδελφὸν ὄντα τοῦ Ἀμμὼν, καὶ ἀστυγείτονα, μεταφέρει τὴν προφητείαν. ηʹ—ιαʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ὅτι εἶπε Μωὰβ καὶ Σηεὶρ, Ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα· διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων αὐτοῦ, ἀπὸ τῶν ἀκροτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν οἶκον Βαιθιασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας τὴν Βαελμὼν καὶ τὴν Καριαθέμ. Τοὺς υἱοὺς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, καὶ δώσω αὐτὴν εἰς ἔξαρσιν, ὅπως μὴ γένηται μνεία υἱῶν Ἀμμὼν ἐν τοῖς ἔθνεσι. Καὶ ἐν Μωὰβ ποιήσω ἐκδικήσεις, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Τὸν Σηεὶρ τῷ Μωὰβ συνῆψεν, ἐπειδὴ καὶ αὐτὸς τῶν γειτονευόντων ὑπῆρχε· Σηεὶρ δὲ καλεῖ τοὺς ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατάγοντας· ἐχρημάτιζε δὲ καὶ Ἐδὼμ, τὸ πυῤῥὸν ἢ τὸ ἐρυθρόν· τὸ Σηεὶρ δὲ, τὸ δασὺ καὶ τετριχωμένον. Ἀμφότερα δὲ ταῦτα εἶχεν Ἠσαῦ ὁ τοῦ Ἰακὼβ ἀδελφός. «Ἐξῆλθε γὰρ, φησὶν, ὁ πρῶτος πυῤῥός· ὅλος ὡσεὶ δορὰ, δασύς·» καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ περὶ αὐτοῦ πρὸς τὴν μητέρα. «Ἔστιν Ἠσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ