Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1077
Not analysed yet
τιείμ.» Χεττιεὶμ δὲ τὰς Ἑλληνικὰς ὀνομάζει νήσους. Καὶ γὰρ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· «Διέλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί.» Καὶ διὰ μὲν τοῦ Κηδὰρ τὰ πρὸς ἕω ἔθνη διακείμενα δηλοῖ· διὰ δὲ τοῦ Χεττιεὶμ, τὰ πρὸς δυσμάς. Τὸ δὲ Κίττιον πόλισμά ἐστιν ἐν τῇ Κύπρῳ, καὶ μέχρι τοῦ παρόντος οὕτως ὀνομαζόμενον, ὃ δασυνόμενον, κατὰ τὸ Ἑβραίων ἰδίωμα, δείκνυσι τοῦ Χεττιεὶμ τὴν συγγένειαν· ἡ δὲ Κύπρος ἐκράτει κατ' ἐκεῖνον τὸν καιρὸν τῶν νήσων. Διὸ τὰς νήσους τὰς Ἑλληνικὰς Χεττιεὶμ ὀνομάζει. Ἐκ τούτων, φησὶ, τῶν νήσων τὰ τίμιά σοι τῶν ξύλων ἐκομίζετο. Τούτοις ἐπιφέρει· ζʹ. Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετο στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε· ὑάκινθος καὶ πορφύρα ἐκ τῶν νήσων Ἐλισὰ ἐγένοντο περιβόλαιά σου. Ἡ Αἴγυπτος, φησὶ, προσέφερέν σοι στρωμνὰς ποικίλας καὶ παντοδαπάς· δηλοῖ δὲ τοὺς τάπητας, καὶ τὰ ἄλλα τὰ ἐκεῖθεν κομιζόμενα. Ἡ δὲ Ἑλλὰς περιβόλαιά σοι ἐξέπεμπε παντοδαπὰ, τὰ μὲν ἁλουργὰ, τὰ δὲ ὑακινθίνην περικείμενα χροιάν· Ἐλισὰ γὰρ τὴν Ἑλλάδα καλεῖ. ηʹ. Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα, καὶ Ἀράδιοι, ἐγένοντο κωπηλάται σου. Τὸ Ἑβραίων καὶ τὸ Σύρων οὐκ ἔχει οἱ ἄρχοντές σου, ἀλλ' οἱ γείτονές σου. Ἵνα δὲ καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν νοήσωμεν, δεξώμεθα οὕτως· Ὅτι οἱ πάλαι σου ἄρχοντες Σιδώνιοι, νῦν σὺν τοῖς οἰκοῦσι τὴν Ἄραδον τὸν ναυτικόν σου πληροῦσι στόλον, τὰς σὰς ἐρέττοντες ναῦς· οἱ δὲ παρὰ σοὶ ἐπιστήμονες τὸν κυβερνητικὸν λόγον ἀναπληροῦσιν. Οἱ σοφοί σου γὰρ, φησὶ, Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου. (θʹ.) Οἱ πρεσβύτεροι Βιβλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοὶ, οὗτοι ἐνίσχυον τὴν βουλήν σου. Οὐ τὴν οἰκείαν πόλιν ἐκράτυνον, ἀλλὰ σοὶ τὰς ἀρίστας βουλάς τε καὶ συμβουλὰς προσέφερον. «Καὶ πάντα τὰ πλοῖα τὰ τῆς θαλάσσης, καὶ οἱ κωπηλάται αὐτῶν, ἦσαν ἐν σοὶ ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου, καὶ ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.» Πανταχόθεν, φησὶ, συνέῤῥεον ἔμποροι, τὰ μὲν ἀπεμπωλοῦντες, τὰ δὲ ὠνούμενοι· τοῦτο γὰρ σημαίνει τὸ «ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου·» καὶ οὐ μόνον οἱ πλησιάζοντές σοι εἰς τοὺς λιμένας κατήγοντο, ἀλλὰ καὶ οἱ αὐτὰς τῶν δυσμῶν τὰς ἐσχατιὰς οἰκοῦντες. Τὸ γὰρ, ἐπὶ δυσμὰς δυσμῶν, τοῦτο σημαίνει· οὐ γὰρ μόνον, φησὶν, οἱ ἀπὸ δυσμῶν σου οἰκοῦντες, ἀλλὰ καὶ οἱ ἐκείνων δυτικώτεροι.