Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1076
Not analysed yet
βάθος τις βούλεται καταδῦναι, εὑρήσει πάλιν τὴν Τύρον οὐκ ἐκείνην οὖσαν τὴν Τύρον, ἀλλ' ἄντικρυς ἐναντίαν ἐκείνῃ. ΚΕΦΑΛ. ΚΖʹ. αʹ—γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε ἐπὶ Σὸρ θρῆνον. Καὶ ἐρεῖς τῇ Σὸρ, τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν. Φιλανθρωπίας Θεοῦ καὶ ἀγαθότητος ὑπερβολὴν σημαίνει τὰ εἰρημένα. Διδάσκει δὲ καὶ ἡμᾶς ὁ λόγος, παιδείαν τινὰ τοῖς ἁμαρτάνουσιν ἐπιφέροντας, μὴ δυσμενείᾳ τινὶ καὶ ἀπεχθείᾳ κεχρημένους τοῦτο ποιεῖν, ἀλλὰ συμπάσχοντας καὶ λίαν ὀδυνωμένους. Καὶ γὰρ αὐτὸς ἐνδίκως καὶ μάλα δικαίως δικάζων, θρηνεῖν τῷ προφήτῃ τὴν κολαζομένην παρακελεύεται πόλιν· παραδηλῶν τὴν διάθεσιν, ᾗ κεχρημένος ἐκόλαζε. Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Σόρ· Σὺ εἶπας· Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου. (δʹ.) Ἐν καρδίᾳ θαλάσσης τῷ Βεελείμ. Τὸ ἀγνῶμον αὐτῆς διὰ τούτων ἐλέγχει καὶ ὑπερήφανον· παρὰ γὰρ τοῦ Θεοῦ δεξαμένη τῆς εὐπρεπείας τὰς ἀφορμὰς, ἀχάριστος μὲν περὶ τὸν χορηγὸν τῶν ἀγαθῶν ἐγένετο· τῇ οἰκείᾳ δὲ σοφίᾳ καὶ δυνάμει ἐπέγραψε τὴν προσγενομένην αὐτῇ τῶν ἀγαθῶν ἀφθονίαν· ἀνετίθει δὲ ταύτην καὶ τῷ Βεελείμ· οὕτω δὲ τὰ εἴδωλα ἡ θεία προσαγορεύει Γραφή. Διπλῆ τοίνυν ἡ ἀσέβεια· οὐ γὰρ μόνον ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλὰ καὶ τοῖς παντελῶς ἀδρανέσι, καὶ οὐδὲ ἑαυτοῖς περιθεῖναι τὸ αἰσθητὸν δυναμένοις κάλλος, ἀναθεῖναι τούτων τὴν χορηγίαν τετόλμηκεν. Εἶτα διηγεῖται ὅσων καὶ οἵων ἀπήλαυσε δωρεῶν, καὶ ἐκ πόσων ἐθνῶν αὐτῇ προσεφέροντο τῆς εὐπορίας αἱ ἀφορμαί. εʹ, ϛʹ. Οἱ υἱοί σου περιέθηκάν σοι κάλλος. Κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν. Τοῦ ποιῆσαι ἱστοὺς ἐλατίνους, ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου. Ὄρη ταῦτά ἐστι διαφόρων ξύλων γεννητικά. Ἀπαριθμεῖται τοίνυν τὰ πάντοθεν αὐτῇ προσφερόμενα, καὶ ὅτι τοὺς μὲν ἱστοὺς ἀπὸ τοῦ Λιβάνου τέμνουσα μετεκόμιζες· τὰς δὲ κώπας ἀπὸ τῆς Βασανίτιδος· τὰς δὲ οἰκοδομίας ἀπὸ τοῦ Σανείρ. Τούτοις ἐπάγει· «Τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιείμ.» Ἀντὶ δὲ τοῦ, τὰ ἱερά σου, οἱ ἄλλοι ἑρμηνευταὶ τὸ κέρας σου τεθείκασι, κατὰ τῶν προειρημένων ἀκολουθίαν· τῷ γὰρ ἱστῷ καὶ ταῖς κώπαις, καὶ τὸ κέρας ἀκολουθεῖ. Εἰ δὲ καὶ περὶ τῶν. εἰδώλων ῥηθείη, οὐδὲν ἀπεικός. Ἐλεφάντινα γὰρ, φησὶ, κατεσκεύαζεν εἴδωλα, καὶ «οἴκους ἀλσώδεις,» τουτέστι, σανίσι κεκαλυμμένους· οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε. Τὸ δὲ τίμιον τῶν ξύλων παραδηλῶν, καὶ τοὺς τούτων ἐσήμανε τόπους· «Ἔφερες γὰρ ταῦτα, φησὶν, ἀπὸ νήσων τῶν Χετ-