Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1081
Not analysed yet
μὲν ἐθνῶν ὁρμωμένους, σὺν αὐτοῖς δὲ οἰκεῖν αἱρουμένους. «Στακτὴν, καὶ πορφύραν, καὶ ποικίλματα, καὶ βύσσον ἐκ Θαρσὶς, καὶ Ῥααμὼθ, καὶ Χὼθ ἔδωκαν τὴν ἀγοράν σου.» Εἶχες δὲ πρὸς τοῖς ἤδη εἰρημένοις καὶ ἕτερα ἀπὸ τῆς Καρχηδόνος ἀγαθὰ, οὐ μόνον σε διὰ τῆς ἐσθῆτος καλλωπίζοντα, καὶ ποικίλοις ἐνδύμασί σε περιβάλλοντα, ἀλλὰ καὶ ἡδύσματα πολλήν σοι τὴν εὐοσμίαν προσφέροντα. Στακτὴν μὲν γὰρ, ὀνομάζει τὸ καλούμενον βάλσαμον· Χὼθ δὲ τὸν ὄνυχα· Ῥααμὼθ δὲ τὰ ἄλλα ἀρώματα. ιζʹ. Ἰούδας καὶ Ἰσραὴλ οὗτοι ἔμποροί σου ἐν σίτου πράσει, καὶ μύρων, καὶ κασίας· καὶ πρῶτον μέλι, καὶ ἔλαιον, καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου. Τοσαύτη γὰρ, φησὶν, ἡ ἐκ τῆς Ἰουδαϊκῆς ἐμπορίας προσφερομένη σοι ἀφθονία, ὅτι οἱ σὺν σοὶ, καὶ οἱ ἐν σοὶ ξένοι καὶ μέτοικοι τῶν εἰσφερομένων ἀπήλαυον ἀγαθῶν, τοῖς μὲν εἰς ἐδωδὴν χρώμενοι, τοῖς δὲ εἰς τὴν ἀπὸ τῆς εὐοσμίας τρυφήν. ιηʹ. Δαμασκὸς ἐμπορία σου ἐν πλήθει ἔργων σου, ἐκ πλήθους δυνάμεώς σου πάσης. Τὰ παρὰ σοὶ, φησὶ, γινόμενα ἡ Δαμασκὸς ὠνεῖτο· ἐνεπορεύου τοίνυν καὶ ταύτην, ἀπεμπωλοῦσα τὰ περιττὰ, καὶ τὸ ἐντεῦθεν χρυσίον συλλέγουσα. Οἶνος λιπαρὸς ἐκ Χελβὼν, καὶ ἔριον στιλβὸν ἐκ Μιλήτου. (ιθʹ.) Καὶ οἶνον Δαιδὰν, καὶ Ἰωανὰν, καὶ Μεωζὲλ εἰς τὴν ἀγοράν σου ἔδωκαν. —Ἰωανὰν τὴν Ἰωνίαν καλεῖ· Δαιδὰν δὲ πόλιν τῆς Ἰδουμαίας· ἡ δὲ Χελβὼν κώμη τις ἦν αὐτῆς πλησιόχωρος. Πανταχόθεν σοι, φησὶ, προσεφέρετο τὰ ἀγαθά· οἶνος ἡδὺς καὶ ἀνθοσμίας ἐκ τοῦδε τοῦ ἔθνους, τὸ δὲ κάλλιστον ἔριον ἀπὸ τῆς Μιλήτου· πόλις δὲ καὶ αὕτη πάλαι μὲν τῆς Ἰωνίας, νῦν δὲ τῆς Καρίας· τὸ δὲ Χελβὼν Χαλβάνην ὁ Σύμμαχος ἡρμήνευσε. Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχοὶ ἐν τῷ συμμίκτῳ σού εἰσι. (κʹ, καʹ.) Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. Ἡ Ἀραβία, καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροι διὰ χειρῶν σου· καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἐν οἷς ἐμπορεύονταί σοι. Οἱ μὲν, φησὶν, ἐκόμιζόν σοι σίδηρον εἰργασμένον, οἱ δὲ ἡμιόνους καὶ ἵππους εἰς ἅρματα, οἱ δὲ καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἵνα τὰ μὲν ἀχθοφορῇ, τὰ δὲ τρέφῃ καὶ ἀμφιεννύῃ. Κηδὰρ δὲ τοῦ Ἰσμαὴλ τοὺς ἀπογόνους καλεῖ· Δαιδὰν δὲ τῆς