Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1084
Not analysed yet
Ἰδουμαίας πόλιν, ὡς καὶ ἤδη προειρήκαμεν. Οὕτω γὰρ καὶ παρὰ τῷ Ἱερεμίᾳ, καὶ παρ' αὐτῷ τῷ Ἰεζεκιὴλ ἐν τῇ κατὰ τῆς Ἰδουμαίας ὁράσει εὑρήκαμεν τὴν Θαιμὰν τῇ Δαιδὰν συνημένην· Ἀσὴλ δέ τινες τὴν Ἀσίαν ὑπέλαβον, ἀρίστους ἔχουσαν σιδήρου τεχνίτας, καὶ τὰ ἐκ σιδήρου σκεύη εὖ μάλα κατασκευάζουσαν. κβʹ. Οἱ ἔμποροι Σαβᾶ καὶ Ῥεγμᾶ, καὶ αὐτοὶ ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λίθων τιμίων, οἱ καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου. Σαβᾶ καὶ Ῥεγμᾶ ἐκ τοῦ Χοὺζ τὸ γένος κατάγουσι· πρωτότοκος δὲ τοῦ Χὰμ ὁ Χούζ. Αἰθιοπικὰ τοίνυν ταῦτα καὶ Ἰνδικὰ ἔθνη· δηλοῖ δὲ καὶ τὰ ἐκεῖθεν κομιζόμενα, λίθοι τίμιοι, καὶ χρυσίον, καὶ ἡδύσματα. κγʹ. Χαῤῥὰν, καὶ Χαλὰν, καὶ Δαιδὰν, οὗτοι ἔμποροί σου. Χαῤῥὰν αἱ Κάῤῥαι, Χαλὰν δὲ ἡ Χαλάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Τὸ δὲ Δαιδὰν πολλάκις ἡρμηνεύσαμεν. Σαβᾶ, καὶ Ἀσσοὺρ, καὶ Χαρμὰν ἔμποροί σου· (κδʹ.) Φέροντες ἐμπορίαν ἐν Μαχαλὶμ, καὶ ἐν Γαλιμά· ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους, καταδεδεμένους ἐν σχοινίοις καὶ ἐν κυπαρισσίνοις πλοίοις, ἐν αὐτοῖς ἡ ἐμπορία σου. —Σαβᾶ ἔθνος Ἰνδικὸν ὀνομάζει· εὑρίσκομεν γὰρ καὶ ἐν τῇ τοῦ Σὴμ γενεαλογίᾳ τοῦτο τὸ ὄνομα· Ἀσσοὺρ δὲ τὸν Ἀσσύριον· Χαρμὰν δὲ τὴν λεγομένην Καρμαήνην. Τὸ δὲ, «Ἐν Μαχαλὶμ καὶ ἐν Γαλιμὰ, ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους,» ὁ Ἀκύλας οὕτως ἡρμήνευσε· «Ἐγκατασκεύοις εἰλήμμασιν ὑακίνθου καὶ ποικιλίας, καὶ ἐν μαγώζοις συγκειμένοις.» Τὸ δὲ «ἐν μαγώζοις» ἀπὸ τοῦ Ἑβραίου ἐξελληνίζει· σημαίνει δὲ ἐν ἀποκρύφοις σκεύεσιν· οὕτω γὰρ καὶ ὁ Σύρος νοήσας ἡρμήνευσεν· ἐσθὴς δὲ, φησὶ, πολυτελὴς, καὶ ποικίλη διὰ πολυτίμων εἰλημμάτων κεκαλυμμένη, καὶ ἐν σκεύεσιν ἄριστα ἠσκημένοις ἀποκειμένη, καὶ ἐν σχοινίοις καταδεδεμένη ἐκομίζετό σοι. κεʹ. Πλοῖα Καρχηδονίων ἐν τῇ ἐμπορίᾳ σου ἐν τῷ πλήθει τῶν συμμίκτων σου. Ἐκέχρησο δὲ καὶ τοῖς Καρχηδονίων πλοίοις εἰς ἐμπορίαν, πλῆθος ἄπειρον ἔχουσα οὐ μόνον οἰκεῖον, ἀλλὰ καὶ ἐπείσακτον. Καὶ ἐνεπλήσθης, καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίαις θαλασσῶν. (κϛʹ.) Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου. Ὁ κόρος, φησὶν, ἐποίησέν σε σκιρτῆσαι, καὶ ἀπολαύουσα τῶν ἀγαθῶν τὸν εὐεργέτην ἠγνόησας. Ταύτην καὶ κατὰ τοῦ Ἰσραὴλ τὴν κατηγορίαν ἐποιήσατο. «Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπη-