Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1121
Not analysed yet
ἑκατὸν εἴκοσι σατράπας εἰρηκὼς ἐσχηκέναι τὸν Δαρεῖον, τὴν τοῦ Βαλτάσαρ διαδεξάμενον βασιλείαν. Εἶτα καὶ τοῦ πλήθους τὴν αἰτίαν διδάσκει· «Ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ ὕδωρ πολύ.» Πανταχοῦ γὰρ, φησὶν, ἐκτείνας τὰς ῥίζας, καὶ πολλὴν ἀρδείαν δεξάμενος, τοὺς κλάδους τούτους ἐξέθρεψε. Καὶ ἐπιμένων τῇ τροπῇ, ηʹ. Κυπαρίσσῳ, φησὶν, οὐχ ὑπερῆραν αὐτὸν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. Οὐδεὶς γὰρ, φησὶ, τῶν κατὰ τὴν οἰκουμένην τηνικαῦτα βασιλευόντων περιφανέστερος ἐκείνου ἐγένετο· παράδεισον γὰρ ἐνταῦθα τὴν οἰκουμένην ἐκάλεσε· τροπικῶς γὰρ τέως ἅπαντα λέγει. «Καὶ πίτυες, φησὶν, οὐχ ὅμοιαι τοῖς κλάδοις αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ.» Οὐ μόνον δὲ αὐτὸς, φησὶ, περιφανέστερος τῶν ἄλλων ἐγένετο βασιλέων, ἀλλὰ καὶ οἱ τούτου κλάδοι καὶ παραφυάδες, πολλῷ τῷ μέτρῳ νενικήκασι, καὶ τῷ ὕψει, καὶ τῇ πυκνότητι, τοὺς τῶν ἄλλων ἐθνῶν βασιλέας. Πίτυς δὲ καὶ ἐλάτας τροπικῶς ἐκάλεσε τοὺς ἐλαττόνων ἐθνῶν βασιλέας, οἷς τοὺς σατράπας ἐπέστησεν, οἳ ὑπακούειν τούτους ἠνάγκαζον. Λέγει τοίνυν, ὅτι τῶν μὲν μεγίστων βασιλέων μείζων ἐγένετο· τῶν δὲ ἐλαττόνων οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες δυνατώτεροι γεγένηνται καὶ περιφανέστεροι. Εἶτα συντόμως· Πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ, (θʹ.) διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ. —Κάλλος δὲ τὸ ὁρώμενον λέγει, τὸ περὶ τὸ σῶμα, ἁλουργίδα, στεφάνους, θρόνους λιθοκολλήτους, δορυφόρους, ἀσπιδοφόρους, καὶ τὰ ἄλλα ὅσα λαμπρύνειν οἶδε κατὰ τὸ ὁρώμενον τοὺς βασιλέας· λέγει τοίνυν, ὅτι οὐδεὶς ἐξισώθη αὐτῷ τῶν τηνικάδε τῆς γῆς βεβασιλευκότων· προστίθησι δὲ ὅτι καὶ ζηλωτὸς ἐγένετο πᾶσιν ἐκείνοις. «Ἐζήλωσε γὰρ αὐτὸν, φησὶ, πάντα τὰ ξύλα τῆς τρυφῆς τοῦ παραδείσου τοῦ Θεοῦ.» Εἶτα τὸν τῆς ψυχῆς αὐτοῦ τῦφον παραγυμνοῖ· ιʹ, ιαʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐγένετο μέγας τῷ μεγέθει, καὶ ἔδωκε τὴν ἀρχὴν αὐτοῦ εἰς μέσον τῶν νεφελῶν, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ ἐν τῷ ὕψει αὐτοῦ, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν. Καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ. Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἠρκέσθη τῇ κατὰ τῶν ἀνθρώπων ἡγεμονίᾳ, ἀλλὰ καὶ κατ' ἐμοῦ τῇ ἀλαζονείᾳ ἐχρήσατο, «παρέδωκα αὐτὸν, φησὶν, εἰς χεῖρας ἄρχοντος ἐθνῶν.» Λέγει δὲ τὸν Κῦρον· οὗτος γὰρ μητρόθεν μὲν Μῆδος, πατρόθεν δὲ Πέρσης