Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1120
Not analysed yet
τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν ἐξέφηνεν· αὐτοῦ γάρ ἐστι φωνή· «Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου·» καὶ τοῦτο πανταχόθεν ἔστιν ἐκ τῆς θείας διδαχθῆναι Γραφῆς. Ὁ μὲν γὰρ Σενναχηρεὶμ ἐβόα, ὅτι «Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου·» ὁ δὲ Ναβουχοδονόσορ, εἰκόνα ποιήσας χρυσῆν, ταύτην ἅπαντας τοὺς ὑπηκόους, καὶ ἄρχοντας καὶ ἀρχομένους, προσέταξε προσκυνεῖν. Κἀνταῦθα τοίνυν τὴν ὑπερήφανον αὐτοῦ γνώμην δι' αἰνιγμάτων ἐδήλωσε. Τούτοις ἐπάγει· δʹ. Ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἡ ἄβυσσος ὕψωσεν αὐτὸν, τοὺς ποταμοὺς αὑτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὑτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ' αὐτοῦ δουλωθέντα προσηγόρευσεν, ἃ τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρεσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρατιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέσθαι. εʹ. Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐκεῖθεν ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ, καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ' ὕδατος πολλοῦ ἐν τῷ ἐκτεῖναι αὐτόν. Τοῦτο, φησὶν, αἴτιον αὐτῷ καὶ τῆς ἀλαζονείας, καὶ τῆς ὑπερηφανίας ἐγένετο· παρὰ γὰρ μυρίων ἐθνῶν τὴν ἀρδείαν δεχόμενος, σὺν ταῖς παραφυάσιν ηὐξήθη. ϛʹ. Ἐν ταῖς παραφυάσιν αὐτοῦ, φησὶν, ἐνόσσευσε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. Διὰ τούτου τοὺς λογικωτέρους τῶν ἀνθρώπων, καὶ οἱονεὶ πτηνοὺς παρεδήλωσε. «Καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγέννα πάντα τὰ θηρία τοῦ πεδίου.» Τὰ βάρβαρα δὲ τῶν ἐθνῶν διὰ τούτων ἐσήμανε θηριώδη ὄντα, καὶ τὴν ψυχὴν χαμαίζηλα· τοῦτο δὲ καὶ αὐτὸς ἡρμήνευσεν, εἰρηκώς· «Ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πλῆθος ἐθνῶν.» Καὶ ὅπερ ἄνω διῃρημένως εἶπε καὶ τροπικῶς, τοῦτο ἐνταῦθα κοινῶς καὶ σαφῶς προστέθεικε. Σκιὰν δὲ αὐτοῦ, καὶ παραφυάδας, καὶ κλάδους, οὐ μόνον ὑπάρχους καὶ στρατηγοὺς, ἀλλὰ καὶ τοὺς τῶν ἐθνῶν ἡγεμονεύοντας σατράπας ἐκάλεσεν, οἷς διετέλουν δουλεύοντες οἱ ὑπήκοοι. Ταῦτα καὶ αὐτὸς ὁ Ναβουχοδονόσορ ὄναρ εἶδε, καὶ ὁ μακάριος ἡρμήνευσε Δανιὴλ τὸ τοῦ δένδρου ἐνύπνιον. ζʹ. Καὶ ἐγένετο, φησὶ, κάλλος ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, Διδάσκει δὲ ἡμᾶς τὸ τοῦ πλήθους καὶ ὁ μακάριος Δανιὴλ,