Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1125
Not analysed yet
ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας. «Καὶ ἐν πάσαις ταῖς φάραγξιν ἔπεσον οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς.» Κλάδους δὲ αὐτοῦ καὶ στελέχη τὰ παντοδαπὰ εἰδωλεῖα προσηγόρευσεν, ἐξ αὐτοῦ δεξάμενα τὰς τῆς ἱδρύσεως ἀφορμὰς, ἃ καὶ ἀπὸ τῶν ὀρέων καὶ ἀπὸ τῶν πεδίων φροῦδα παντελῶς διὰ τῶν πάλαι μὲν λοιμῶν, μετὰ δὲ ταῦτα πιστῶν ἐθνῶν, ἀπεφάνθη. «Καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτοῦ πάντες οἱ λαοὶ τῆς γῆς, καὶ ἠδάφισαν αὐτόν.» Γνόντες γὰρ αὐτοῦ τὴν ἐξαπάτην, οὐ μόνον ἔφυγον αὐτοῦ τὴν δεσποτείαν, ἀλλὰ καὶ μέχρις αὐτοῦ τοῦ ἐδάφους κατήνεγκαν, τὴν Δεσποτικὴν ἐντολὴν πληροῦντες τὴν λέγουσαν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» ιγʹ. Ἐπὶ τῇ πτώσει αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένετο πάντα τὰ θηρία τοῦ ἀγροῦ. Εἴ τις γὰρ, φησὶ, πτηνὸς, καὶ εἰς οὐρανὸν ἔχων τῆς διανοίας τὸ ὄμμα, εὐφραίνεται θεωρῶν αὐτοῦ τὴν κατάλυσιν, καὶ τῆς ἀσεβείας τὴν γύμνωσιν. Καὶ οἱ πρότερον δὲ θηριώδεις κατὰ τῶν τούτου κλάδων ὁρμήσουσι, καὶ τὰ τῶν εἰδώλων οἰκείαις χερσὶν ἀνασπάσουσι τεμένη· ταῦτα γὰρ στελέχη ὠνόμασεν. ιδʹ. Ὅπως ἂν μὴ ὑψωθῶσι τῷ μεγέθει αὑτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι, καὶ οὐ μὴ δῶσι τὴν ἀρχὴν αὑτῶν ἐν μέσῳ τῶν νεφελῶν, καὶ μὴ ἱστῶνται ἐν τῷ ὕψει αὑτῶν πρὸς αὐτὸν οἱ πίνοντες ὕδωρ. Ὁ τούτου, φησὶν, ὄλεθρος, καὶ ἡ τῆς δυναστείας αὐτοῦ κατάλυσις, ὄνησις ἔσται τοῖς ἄλλοις, καὶ ἀφορμὴ ἀσφαλείας· ὁρῶντες γὰρ τὰ τούτῳ συμβάντα, οὐκ ἀνέξονται ὑπὲρ τὴν ἀξίαν φρονήματι χρήσασθαι· οὐδὲ πειραθήσονται ἁρπάσαι ἀρχὴν τὴν μηδαμόθεν προσήκουσαν· ἐφόδιον εἰς τυραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ' ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν. «Ὅτι πάντες ἐδόθησαν εἰς θάνατον.» Οὐ γὰρ μόνον αὐτὸς ὁ διάβολος, ἀλλὰ καὶ οἱ τῆς τυραννίδος αὐτῷ κοινωνήσαντες δαίμονες, τὴν πανωλεθρίαν ὑπέμειναν. Ἀλλὰ καιρὸς πάλιν ἐπὶ τὴν ἱστορίαν ἐπανελθεῖν· ἱκανὰ γὰρ καὶ τὰ εἰρημένα διδάξαι, ὡς οὐ μόνον περὶ τοῦ Ναβουχοδονόσορ ἐῤῥέθη τὰ εἰρημένα, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος, καὶ τὴν οἰκείαν αὐτὸν ἀλαζονείαν διδάξαντος. Λέγει τοίνυν ὅτι αὐτὸς ὁ Ναβουχοδονόσορ, καὶ οἱ σὺν αὐτῷ θανάτῳ παραδοθήσονται, ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις πεισόμενοι. «Εἰς γῆν βάθους, φησὶν, ἐν μέσῳ υἱῶν ἀνθρώπων ἐπαγομένων εἰς βόθρον.» Τούτοις ἐπάγει·