Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1128
Not analysed yet
ιεʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐν ᾖ ἡμέρᾳ κατήχθη εἰς ᾅδου, ἐθρήνησεν αὐτὸν ἡ ἄβυσσος, ἐκάλυψε καὶ ἐπέστησε τοὺς ποταμοὺς αὐτῆς, ἐκώλυσε πλῆθος ὕδατος. —Ἄβυσσον δὲ ἐκάλεσε τὰ ὑπήκοα ἔθνη, συστρατεύοντα μὲν αὐτῷ, θρηνοῦντα δὲ οὐ τὴν ἐκείνου σφαγὴν, ἀλλὰ τὴν οἰκείαν ἧττάν τε καὶ ἀναίρεσιν. Ὅτι γὰρ οὐκ ἐκεῖνον ἐθρήνουν, ἀποχρώντως ἐδήλωσεν εἰρηκώς· Ἐκώλυσε πλῆθος ὕδατος·» τουτέστιν, Οὐκέτι σοι πέμπειν τοὺς φόρους ἀνέξεται. «Ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτὸν ἐξελύθη.» Λίβανον δὲ οὐ τὸ ὄρος καλεῖ, ἀλλὰ τὴν τῆς βασιλείας πυκνότητα, καὶ ξύλα τοῦ πεδίου, τοὺς ὑπ' αὐτὸν ἄρχοντας, τοὺς τῶν ὑπάρχων ἐλάττους, καὶ οἷον ἐν πεδίῳ τινὶ πεφυτευμένους. Λέγει δὲ τοὺς σατράπας, τοὺς τοῖς ὑπάρχοις καὶ στρατηγοῖς ὑποκειμένους· τοὺς δὲ ἐν τῷ Λιβάνῳ πεφυτευμένους, τοὺς μείζους ἄρχοντας. Ὥσπερ τοίνυν οὐ Λίβανον τὸν Λίβανον, οὐδὲ πεδίον τὸ πεδίον, οὐδὲ ξύλα τὰ ξύλα νοοῦμεν ἐνταῦθα, οὕτως οὐδὲ παράδεισον τρυφῆς τὸν κληθέντα Θεοῦ παράδεισον, ἀλλ' ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ, τὰς τῆς οἰκουμένης βασιλείας, ἐπὶ δὲ τοῦ διαβόλου, τὰς νοητὰς καὶ ἀσωμάτους δυνάμεις. ιϛʹ. Ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ, φησὶν, ἐσείσθη τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Ἐπ' ἀμφοτέρων δὲ τοῦτο γεγένηται. Καὶ γὰρ τοῦ Βαβυλωνίων βασιλέως ἀναιρεθέντος, ἡ φήμη πάντοσε περιδραμοῦσα τὰ ὑπήκοα διετάραξεν ἔθνη· καὶ τοῦ διαβόλου καταλυθέντος ἐσείσθη τὰ ἔθνη, καὶ μετέστη ἐκ τῆς προτέρας ἐξαπάτης, εἰς τὴν τῶν σωτηρίων δογμάτων ἀλήθειαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος σεισμὸν τὴν μετάστασιν προσαγορεύει. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ἐν γῇ κατωτάτῃ πάντα τὰ ξύλα τῆς τρυφῆς, καὶ τὰ ἐκλεκτὰ, καὶ τὰ κάλλιστα τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ. (ιζʹ.) Καὶ γὰρ καὶ αὐτὰ κατηνέχθη μετ' αὐτοῦ εἰς ᾅδου, σὺν τοῖς τραυματίαις ἀπὸ μαχαίρας. Κατωτάτην δὲ γῆν, καὶ λάκκον, καὶ βόθρον, ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ τὸν θάνατον προσαγορεύει· ἐπὶ δὲ τοῦ διαβόλου, τὴν εἰς ἔσχατον ταπείνωσιν. Λέγει τοίνυν, ὅτι τούτων κἀκείνων κοινωνήσουσιν οἱ παραδυναστεύοντες τῆς ἀπωλείας· βασιλείας γὰρ καταλυομένης, ἀνάγκη καὶ τὰς ὑπὸ ταύτῃ τελούσας ἡγεμονίας δέξασθαι τὴν μεταβολήν· τὸ δὲ, «Παρακαλέσουσιν αὐτὸν,» ἀπὸ τῶν παρ' ἡμῖν συμβαινόντων εἴρηται· πέφυκε γάρ πως ἡ κοινωνία τῶν συμφορῶν προσφέρειν τινὰ τοῖς ἀθυμοῦσι παραψυχήν. Οὐ μόνον δὲ, φησὶν, οἱ ὑπ' αὐτοῦ, οἱ χειροτονηθέντες ἄρχοντες καταλυθήσονται,