Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1189
Not analysed yet
ΤΟΜΟΣ ΙΕʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ. αʹ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Πάλιν χεῖρα τὴν θείαν ἐνέργειαν ἀποκαλεῖ. «Καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου·» Πνευματικὴ πάλιν ἡ θεωρία· οὐ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἑώρα τὰ ὑποδεικνύμενα, ἀλλὰ τοῦ παναγίου πνεύματος ἐδέχετο τὴν ἀποκάλυψιν. Καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων· (βʹ.) Καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου. Τοῖς πράγμασι συμβαινούσας τὰς ἀποκαλύψεις λαμβάνει· ἐπειδὴ γὰρ δι' ἣν ἐνόσουν ἀπιστίαν τὰς χρηστοτέρας ἀπηγόρευσαν ἐλπίδας οἱ ἐκ τῆς Ἰουδαίας αἰχμάλωτοι γενόμενοι, τὴν οἰκείαν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς ἐπιδείκνυσι δύναμιν, καὶ τὴν πολλῷ τῆς ἀνακλήσεως ἐκείνης δυσκολωτέραν τῶν νεκρῶν σωμάτων ἀνάστασιν ἐπιδείκνυσι τῷ προφήτῃ, καὶ δι' ἐκείνου πάντα διδάσκει τὸν λαὸν, ὡς πάντα αὐτῷ ῥᾴδια βουλομένῳ. Ἰουδαίους μὲν οὖν καὶ τοὺς ἄλλους Ἰσραηλίτας ἐδίδαξε διὰ τούτου, ὡς εὐπετὲς λίαν τῷ Θεῷ βουλομένῳ εἰς τὴν προτέραν ἐπαναγαγεῖν ἐλευθερίαν τοὺς αἰχμαλώτους γεγενημένους· ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ. Καὶ εἶπε πρός με· (γʹ.) Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Οὐκ ἀμφέβαλεν ὁ προφήτης, ἀλλὰ τῆς ἀκριβεστέρας γνώσεως τῷ Θεῷ παρεχώρησεν· εἰδὼς μὲν ἀκριβῶς τοῦ Θεοῦ τὸ δυνατὸν, ἀγνοῶν δὲ τὸ βούλημα. δʹ—ϛʹ. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτά· Τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάξω εἰς ὑμᾶς πνεῦμα ζωῆς. Καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Ὑπουργῷ τῷ προφήτῃ, καὶ οἷόν τινι ὀργάνῳ τῆς κατὰ τὴν