Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1188
Not analysed yet
καὶ καθαροὺς ὑμᾶς ἀποφήνω τῇ συγχωρήσει, τηνικαῦτα καὶ ταῖς πόλεσι τὰς οἰκοδομὰς, καὶ τῇ γῇ τὰς φυτουργίας παρέξομαι, καὶ ἀντὶ τῆς προτέρας ἐρημίας, ἣν ἅπαντες ἑώρων οἱ παριόντες, οἰκεῖσθαι παρασκευάσω. λεʹ. Καὶ ἐροῦσιν· Ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγένετο ὡς παράδεισος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι, καὶ ἠφανισμέναι, καὶ κατεσκαμμέναι, ἐν τείχεσιν ὠχυρωμέναι ἐκάθισαν. Ὥσπερ γὰρ, φησὶν, ἅπαντες πάλαι τὴν σὴν ἐρημίαν ἐν τοῖς στόμασι περιέφερον, οὕτω νῦν ἔσῃ πολυθρύλλητος, καὶ θαῦμα παρέξεις πᾶσι, τῆς μὲν ἐρήμου σου γῆς τῷ παραδείσῳ τῆς τρυφῆς εἰκαζομένης, τῶν δὲ ἀοικήτων πόλεων καὶ ἀναστάτων γεγενημένων ὀχυροῖς περιβόλοις τειχιζομένων. λϛʹ. Καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῇ κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς κατηρημωμένας, καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω. Μαθήσεται δὲ τὰ ἐκ γειτόνων ἔθνη, ὅτι ἐγὼ καὶ τὰ σκυθρωπὰ πρότερον, καὶ νῦν τὰ θυμήρη παρέχω, καὶ τῶν εἰρημένων τὸ βέβαιον ἐκ τῆς τοῦ εἰρηκότος ἀξιοπιστίας. «Ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω.» Δεσπότης γὰρ ὢν, καὶ ποιῆσαι δυνάμενος, οἷς εἶπον ἐπιθήσω τὸ πέρας. λζʹ Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτοῖς. Τὸ ζητηθήσομαι ὁ Σύμμαχος εὑρεθήσομαι ἔφη. Πρὸς ταῖς προτέραις, φησὶν, εὐεργεσίαις, καὶ ταύτην προσθήσω, καὶ τῆς ἀνακλήσεως αὐτοὺς ἀξιώσω. «Καὶ πληθυνῶ αὐτοὺς, ὡς πρόβατα ἅγια.» Ἐπειδὴ γὰρ αὐτοὺς δίκην προβάτων ὑπὸ τὴν ἐμὴν ἀφώρισα κηδεμονίαν, ποιμενικῆς αὐτοῖς ἐπιμελείας μεταδώσω. ληʹ. Ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων καὶ ἀνθρώπων, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος. Καθάπερ γὰρ, φησὶ, πρὸ τῆς γεγενημένης πολιορκίας ἐπληροῦτο προβάτων ἡ Ἱερουσαλὴμ ἐν ταῖς μεγίσταις αὐτῶν πανηγύρεσιν, οὕτω πάσας αὐτῶν πληρώσω τὰς πόλεις, καὶ ἀνθρώπων, καὶ προβάτων, καὶ τῶν ἄλλων ἀγαθῶν, καὶ δι' αὐτῶν μαθήσονται τῶν πραγμάτων, ὅτι ἐγὼ Κύριός εἰμι καὶ Θεὸς, ἀποκτείνων καὶ ζωοποιῶν, πατάσσων καὶ ἰώμενος. Εἰδότες τοίνυν τοῦ ἡμετέρου Δεσπότου καὶ τὴν ἀγαθότητα, καὶ τὴν δύναμιν, ἀγαπήσωμεν δι' ἐκείνην, φόβον δὲ λάβωμεν διὰ ταύτην ἵνα καὶ ἀγαπῶντες, καὶ δεδιότες, φύλακες αὐτοῦ γενώμεθα τῶν ἐντολῶν, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.