Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1193
Not analysed yet
θος οὐκ ὀλίγον τῶν ἀναστάντων. Οὕτω θεασάμενος τὴν ἀποκάλυψιν, διδάσκεται τὴν ἑρμηνείαν. ιαʹ. Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Τύπος, φησὶ, τοῦ Ἰσραὴλ ταῦτα, ὦ προφῆτα· ἀλλ' ἐκεῖνοι μὲν τὰ κατὰ σφᾶς αὐτοὺς ἀπηγόρευσαν, ὁ δὲ τύπος ἔδειξε τῶν ἀγαθῶν τὴν ἐλπίδα. ιβʹ—ιδʹ. Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἀνοίξω τὰ μνήματα ὑμῶν, λαός μου, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ. Καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, τὸν λαόν μου. Καὶ δώσω τὸ πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος. Εἰ τὸ πολλῷ, φησὶ, παρ' ὑμῖν δυσκολώτερον φαινόμενον, εὐπετῶς ὑπ' ἐμοῦ μάλα γινόμενον ἔδειξα, εὔδηλον, ὡς καὶ τοῦτο ῥᾷον μετὰ πολλῆς ποιήσω τῆς εὐμαρείας, καὶ οἷον ἀπό τινων τάφων τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἐξαγαγὼν ὑμᾶς, εἰς τὴν οἰκείαν ἐπανάξω πατρίδα· τὸ γὰρ ψεῦδος, τῆς ἀληθείας ἀλλότριον. Οὕτω τὴν ἐπάνοδον ὑποσχόμενος, τὴν μετὰ τὴν ἐπάνοδον τῶν φυλῶν προλέγει συμφωνίαν. ιεʹ—ιζʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον μίαν, καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ, τοὺς προσκειμένους πρὸς αὐτὸν, καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ ῥάβδον Ἐφραῒμ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτούς. Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας ἑαυτῷ εἰς ῥάβδον μίαν, τοῦ δῆσαι αὐτὰς, καὶ ἔσονται ὁμοῦ ἐν τῇ χειρί σου. Ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα καθ' ἑαυτὰς ἐγένοντο, ἐν μιᾷ τῶν τοῦ Ἐφραῒμ πόλεων τῇ Σαμαρείᾳ καταστησάμεναι τὰ βασίλεια, ἡ δὲ τοῦ Ἰούδα ἑαυτῆς ἦρχεν καὶ τῆς τοῦ Βενιαμίν. Ἀλλὰ μετὰ τὴν ἐπάνοδον ὑπὸ μίαν ἐτέλεσαν ἅπαντες ἡγεμονίαν. Διὰ τοῦτο δύο ῥάβδους προσέταξεν ὁ Θεὸς τῷ προφήτῃ λαβεῖν, καὶ τὴν μὲν ἐπιγράψαι τοῦ Ἐφραῒμ, προσθεῖναι δὲ καὶ τὰς ὑπηκόους φυλάς· τὴν δὲ τοῦ Ἰούδα, καὶ τῶν ἐκείνῳ συμφωνούντων. εἶτα συνάψαι ἀλλήλαις τὰς ῥάβδους, ὡς τῆς διαιρέσεως λοιπὸν παυσαμένης, καὶ τῆς ἑνώσεως ἐσομένης. Εἶτα παρακελεύεται τῷ προφήτῃ, πυνθανομένῳ τῷ λαῷ, καὶ γνῶναι βουλομένῳ τὴν ἑρμηνείαν, διαῤῥή-