Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1196
Not analysed yet
δην εἰπεῖν· «Ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφραῒμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτὰς ὑπὸ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ἰούδα.» Τοὺς πάλαι, φησὶν, ἀποσχοινίσαντας ἑαυτοὺς τῆς τοῦ Ἰούδα βασιλείας παρασκευάσω πάλιν τὴν ἐκείνου ἐπιγνῶναι ἡγεμονίαν, καὶ παύσω μὲν τὴν γενομένην διαίρεσιν, συμφώνως δὲ ἁπάσας τὰς φυλὰς ὑπακούειν τῷ Ἰούδᾳ ποιήσω. Καὶ τὸ αὐτὸ πάλιν ἑρμηνεύει σαφέστερον. Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσῆλθον ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ. (βʹ.) Καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, καὶ ἄρχων εἷς ἔσται πάντων αὐτῶν εἰς βασιλέα. Ταῦτα πέρατος τετύχηκε, τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ, ἀκριβῶς δὲ καὶ ἀληθῶς ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· οὐδὲ γὰρ βασιλεὺς ὁ Ζοροβάβελ, ἀλλὰ δημαγωγὸς καὶ στρατηγὸς ἐγένετο. Καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν ἔτι εἰς δύο βασιλεῖς. (κγʹ, κδʹ.) Ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν τοῖς προσοχθίσμασιν αὑτῶν, καὶ ἐν πάσαις ταῖς ἀσεβείαις αὑτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀσεβειῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πᾶσιν αὐτοῖς. Τούτοις ἁρμόττει καὶ τὰ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὑπὸ τοῦ Δεσπότου Χριστοῦ εἰρημένα· «Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Δαβὶδ δὲ λέγει τὸν Δεσπότην Χριστὸν, ὡς ἐκ Δαβὶδ κατὰ σάρκα τὸ γένος κατάγοντα· δοῦλον δὲ, διὰ τὴν ἀνθρωπείαν φύσιν· ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν. Ἵνα τοίνυν τὴν ληφθεῖσαν δείξῃ φύσιν, δοῦλον προσηγόρευσε, τουτέστιν, ἐκ δουλικῆς κατὰ σάρκα γεγένηται φύσεως. Οὐ γὰρ δοῦλος ὁ Μονογενὴς, ὁ τῶν ἁπάντων Δεσπότης· οὔτε γὰρ ᾗ Θεὸς Δαβὶδ ὀνομάζεται· ἀλλ' ᾗ ἐκ Δαβὶδ, Δαβὶδ προσαγορεύεται, κατὰ τὴν πρόσληψιν δὲ δοῦλος. Εἰ δὲ καὶ ἐκ δούλου ταύτην ἀνέλαβε τὴν φύσιν ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, οὐκ ἀποβαλὼν ὃ ἦν, ἀλλὰ τῇ πρὸς τὴν θείαν φύσιν ἑνώσει τὸ ἡμέτερον δοξάσας. Διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὡς σβεσθήσεται μὲν ἡ ἀσέβεια καὶ ἡ περὶ τὰ εἴδωλα πλάνη, τέλος δὲ λήψεται τῶν βασιλειῶν ἡ διαίρεσις, καὶ εἰς μίαν τελοῦντες ἡγεμονίαν, καὶ ὑφ' ἑνὸς ποιμαινόμενοι ποιμένος, τὸν ἑαυτῶν ἐπιγνώσονται Θεόν τε καὶ Δεσπότην. Καὶ ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά. (κεʹ) Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑ-