Ancient Greek · ~4 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1256
Not analysed yet
αὐτοὺς ἐπὶ τὰ τελειότερα ποδηγετοῦντες. Οὕτω τὸν Τιμόθεον ὁ μακάριος Παῦλος περιτεμὼν, τῆς εὐαγγελικῆς ἐχειροτόνησε πολιτείας διδάσκαλον. Ἀλλὰ γὰρ τάχα καὶ ἡμεῖς τῆς Ἀπολιναρίου μετελάχομεν φλυαρίας, τὴν οὐ ψευδῆ μόνον, ἀλλὰ καὶ ἀτερπῆ μυθολογίαν αὐτοῦ πειραθέντες ἐλέγξαι· πρὸς ὃν εἴποι ἂν ὁ μακάριος Παῦλος εἰκότως· «Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. «Ἐνταῦθα τοίνυν τὸν λόγον στήσαντες, τοὺς ἐντευξομένους τῇδε τῇ βίβλῳ παρακαλέσομεν, εἰ μὲν εὕροιέν τι τῆς προθυμίας ἐν τοῖς ἑρμηνευθεῖσιν ἐπάξιον, τὸν τῶν ἁπάντων ὑμνῆσαι Δεσπότην, τὸν ἐπ' εὐεργεσίᾳ κοινῇ δεδωκότα τῶν κεκρυμμένων τὴν ἀποκάλυψιν· εἰ δὲ ἔλαττον τῆς ἐλπίδος τὸ κέρδος, καὶ τῶν πόνων οὐκ ἰσοστάσιον τὸν καρπὸν, τῇ μὲν τῆς φύσεως ἀσθενείᾳ νεῖμαι συγγνώμην, ἀποδέξασθαι δὲ ὅμως τὴν προθυμίαν, καὶ τοὺς πόνους προσευχαῖς ἀμείψασθαι, ἄφεσιν ἡμῖν ἁμαρτημάτων παρὰ τοῦ Σωτῆρος τῶν ὅλων αἰτοῦντας· μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.