Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1253
Not analysed yet
ὁ ἄρτος τῆς ζωῆς, ἵνα τις φάγῃ ἐξ αὐτοῦ καὶ μὴ ἀποθάνῃ.» Καὶ ἵνα τὰ ἄλλα καταλίπω μυρία ὄντα, ἔτι νῦν ἐν τοῖς Ἱεροσολύμοις, ἥ τε τοῦ σταυροῦ ἐκκλησία, καὶ ἡ ἀνάστασις, καὶ ἡ ἀνάληψις, καὶ ἡ ἐν τῇ Σιὼν ἐκκλησία, καὶ ἡ ἱερὰ Βηθλεὲμ, καὶ ἕτεροι δὲ εὐκτήριοι τόποι μυρίοι. Τοῦ Ἰουδαίων τοίνυν ἀνῳκοδομημένου νεὼ, λυθήσονται οὗτοι, ἢ καὶ αὐτοὶ μενοῦσι τιμώμενοι; διαμένοντες δὲ ἐπὶ τῆς προτέρας τιμῆς, τιμηθήσονται ὑπὸ Ἰουδαίων, ἢ ἀτιμασθήσονται; Εἰ μὲν οὖν ἀτιμάσουσι, καὶ ἐπὶ τῆς προτέρας μενοῦσι μανίας, καὶ οὐδὲν ὄφελος ἐκ τῶν τοῦ μεγάλου Ἠλιοῦ λήψονται κηρυγμάτων· εἰ δὲ τιμήσουσι, ποῖον ἄρα τῶν εὐκτηρίων πλέον; τὸν τοῦ σταυροῦ, ἢ τῆς ἀναστάσεως, ἢ τὸν οἰκοδομηθησόμενον; Εἰ μὲν γὰρ ἐκεῖνον πλέον, ὡς οὐ τελείαν ἔχοντες γνῶσιν τοῦτο ποιήσουσιν· εἰ δὲ τούτους προτιμήσουσι, περιττὴ ἡ ἐκείνου οἰκοδομία· εἰ δὲ τὴν ἴσην ἀπονεμήσουσι τιμὴν τούτοις τε κἀκείνῳ, προσοίσουσι μὲν ἐκεῖ τὰς θυσίας, ἐνταῦθα δὲ τῶν ἱερῶν ἀπολαύσονται μυστηρίων. Καὶ πῶς οἷόν τε σὺν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι τῶν θείων αὐτοὺς ἀπολαύειν μυστηρίων, τοῦ νόμου τὴν πρὸς τὰ ἔθνη ἐπιμιξίαν κωλύοντος; Λείπεται τοίνυν, ἐν αὐτῷ τῷ ναῷ καὶ τὰ εὐαγγελικὰ, καὶ τὰ νομικὰ πληροῦσθαι κατὰ ταυτόν· καὶ ἀνάγκη πάλιν μάχην εἶναι καὶ ἔριν, ἡμῶν μὲν καθ' ἑαυτοὺς πολιτευομένων, ἐκείνων δὲ τὴν κατὰ τὸν νόμον λατρείαν προαιρουμένων. Καὶ πῶς ἀληθεύει Παῦλος λέγων· «Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ, τουτέστι, τὸν ἐθνικὸν καὶ τὸν Ἰουδαϊκὸν, εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα;» Καὶ πάλιν· «Οὐκ ἔνι Ἰουδαῖός τε καὶ Ἕλλην.» Καὶ ἀλλαχοῦ· «Ὄπου οὐκ ἔνι Ἰουδαῖός τε καὶ Ἕλλην, περιτομὴ καὶ ἀκροβυστία, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Ναὶ, φησὶν ὁ σοφώτατος, καὶ ἐπὶ τῶν ἀποστόλων οἱ ἐν Ἱεροσολύμοις τῷ κηρύγματι πεπιστευκότες Ἰουδαῖοι τὴν κατὰ νόμον λατρείαν ἐφύλαττον, τῶν ἄλλων Ἐκκλησιῶν ἔξω τοῦ νόμου πολιτευομένων. Καὶ οὐ συνίησιν, ὅτι τῇ ἐκείνων ἀσθενείᾳ συγκατιόντες οἱ ἱεροὶ ἀπόστολοι τοῦτο τηνικαῦτα γίνεσθαι συνεχώρησαν, αὐτοὶ δὲ τὸν νόμον παρέβαινον ἀδεῶς, οὐκ ἂν, εἴπερ ᾔδεσαν ἀναγκαίαν τοῦ νόμου τὴν φυλακὴν, ἀνασχόμενοι παραβῆναι. Ἀλλ' αὐτοὶ μὲν, ὡς εἰδότες περιττὴν τὴν κατὰ νόμον πολιτείαν, τὸν εὐαγγελικὸν μετῄεσαν βίον· τοῖς δὲ ἀσθενῶς διακειμένοις τῆς τοῦ νόμου φυλακῆς παρεχώρουν, κατὰ μέρος