Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.809
Not analysed yet
τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν πρὸς τοὺς ἁγίους ἀποστόλους εἰρημένα· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται·» καὶ τὴν αἰτίαν διδάσκων εὐθὺς ἐπάγει, ὅτι «Βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐ συνιοῦσιν.» Αὐτοὶ γὰρ, φησὶν, ἑκόντες ἐπισπῶνται τῆς ἀγνοίας τὸ νέφος· ἐὰν γὰρ ἐπιστρέψωσι πρὸς Κύριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, περιαιρεῖται τὸ κάλυμμα. Οὐ τοίνυν πᾶσίν ἐστιν ἀσαφῆ τὰ θεῖα, ἀλλὰ τοῖς ἐθελουσίως τυφλώττουσιν· οὓς ἐχρῆν σκοπῆσαι, καὶ συνιδεῖν, ὅτι τῶν τιμίων οὐδὲν πρόχειρον τοῖς ἀνθρώποις. Τὸν μὲν γὰρ μαργαρίτην ὁ θαλάσσιος κατακρύπτει βυθὸς, ὡσαύτως δὲ καὶ τῆς βασιλικῆς ἁλουργίδος τὸ ἄνθος· αἱ δὲ χρυσίτιδες καὶ ἀργυρίτιδες φλέβες οὐκ ἐπιπολάζουσι τῇ γῇ, ἀλλ' ὑπὸ τῶν ταύτης συγκαλύπτονται κόλπων· καὶ ἐν ταῖς οἰκίαις δὲ τὰ τιμιώτερα τῶν χρημάτων ἔνδον ἐν ταμείοις φυλάττομεν, δεσμὰ, καὶ κλεῖθρα, καὶ σήμαντρα ταῖς θύραις περιτιθέντες· καὶ τῶν βουλευμάτων τὰ σπουδαιότερα τοῖς γνησιωτέροις τῶν φίλων, ἀλλ' οὐ πᾶσιν ἁπλῶς ἐκφαίνειν εἰώθαμεν. Τούτων δὲ πάντων τῶν εἰρημένων τὰ θεῖα σεβασμιώτερα, καὶ τοσούτῳ κρείττονα, ὅσῳ τῶν ὁρατῶν τὰ ἀόρατα, καὶ τὰ νοητὰ τῶν αἰσθητῶν, καὶ τῶν ῥεόντων τὰ μένοντα. Πλείονος τοίνυν προσήκει ταῦτα φυλακῆς ἀξιοῦσθαι, καὶ Δεσποτικῶς εἰπεῖν, μὴ ῥίπτεσθαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· καὶ γὰρ εὐκαταφρόνητος τῷ ὄντι τῶν προχείρων ἡ κτῆσις· τὰ δὲ σὺν πόνῳ κτώμενα τριπόθητα, καὶ λίαν ἐράσμια. Πρὸς δὲ τούτοις καὶ ἕτερον δεῖ προσθεῖναι τοῖς εἰρημένοις, ὅτι τῶν θείων προφητῶν οἱ χρησμοὶ κατηγορίαν μὲν ἔχουσι τῆς Ἰουδαίων παρανομίας, ἀγαθῶν δὲ τοῖς ἔθνεσιν ἐπαγγελίαν προσφέρουσι· καὶ ἀναγκαίως ἔδει συνεσκιᾶσθαι τὴν προφητείαν, ἵνα μὴ τῷ φθόνῳ συνήθως δουλεύοντες Ἰουδαῖοι, καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπιβουλεύειν τολμῶντες, τὰς ταῦτα σημαινούσας ἀφανίσωσι βίβλους. Ὅτι δὲ καὶ τοῦτο τῆς δοκούσης αἴτιον ἀσαφείας, τὰ πράγματα μαρτυρεῖ. Πάλαι γὰρ ἄδηλα ταῦτα τοῖς Ἰουδαίοις ὄντα ἐτύγχανεν, ἵνα φυλάττηται τῆς περὶ τῶν ἐθνῶν εὐλογίας ἀνάγραπτος ἡ μνήμη. Ἐπειδὴ δὲ τέλος ἡ πρόῤῥησις ἔλαβε, καὶ τὰ πράγματα τοῖς γράμμασιν ἠκολούθησε, τηνικαῦτα λοιπὸν σαφῆ καὶ δῆλα γέγονε τῶν προφητῶν τὰ θεσπίσματα· οἱ γὰρ τὰς προφητικὰς ἀναγινώσκοντες βίβλους, ἐκ τῶν πραγμάτων τὴν ἑρμηνείαν λαμβάνουσι· Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τροφίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος· ἀλλὰ νοῆσαι τοὺς ἱεροὺς ἐφιέμενος λόγους μετὰ τοῦ θεσπεσίου βοάτω Δαβίδ· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Τεύξεται γὰρ πάντως τῆς αἰτήσεως, ἐπ' ὠφελείᾳ τὴν γνῶσιν ἐπαγγείλας. Ταύτην γὰρ καὶ ἡμεῖς τὴν