Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.812
Not analysed yet
ἱκετείαν τῷ Δεσπότῃ προσφέροντες, ὃς σοφίζει τοὺς τυφλοὺς, κατὰ τὸν θεῖον Δαβὶδ, καὶ τοὺς ἐν σκότει καὶ τῇ ὁμίχλῃ, κατὰ τὸν μακάριον Ἡσαΐαν, τῆς τοῦ θεσπεσίου Ἐζεκιὴλ κατατολμήσωμεν ἑρμηνείας, καὶ τῆς προφητείας τὸ βάθος, ὡς ἡμῖν ἐφικτὸν, ἐρευνῆσαι πειρασώμεθα, καὶ κοινὸν ἅπασι προθῆναι τοῖς εὐσεβέσι τὸ ἐντεῦθεν συναγόμενον κέρδος. Φέρε τοίνυν πρὸ τῆς ἑρμηνείας ἐν κεφαλαίῳ τὴν ὑπόθεσιν διεξέλθωμεν. Οὗτος ὁ προφήτης ἤρξατο τῆς προφητείας ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ καὶ Ἰεχονίου· αὕτη δὲ ἡ αἰχμαλωσία οὐ πρώτη γεγένηται, καθά τισιν ἔδοξεν, ἀλλὰ τῆς μὲν Ἱερουσαλὴμ τρίτη, τοῦ δὲ Ἰούδα τετάρτη, παντὸς δὲ τοῦ Ἰσραὴλ ἕκτη. Πρῶτος μὲν γὰρ ὁ Θεγλαθφαλασὰρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖστον· δεύτερος δὲ ὁ Σαλμανασὰρ τὴν Σαμάρειαν, καὶ τὰς περὶ αὐτὴν ἐξανδραποδίσας πόλεις ἀπῆλθεν· τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις, καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους· ἐπιστρατεῦσαι δὲ τοῖς Ἱεροσολύμοις μετὰ πολλῆς δυσσεβείας ἐπιχειρήσας, ἐκομίσατο τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ θεηλάτῳ πληγῇ τὴν στρατείαν ἀπολέσας μετ' ὀλίγων τὴν ἐνεγκοῦσαν κατέλαβε. Μετὰ τοῦτον τέταρτος ὁ Ναβουχοδονόσορ, ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου βασιλεύσας, μετὰ πολλῆς στρατείας εἰς τὴν Ἰουδαίαν ἀφίκετο· καὶ πολλὰ τάλαντα χρυσοῦ καὶ ἀργύρου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλοὺς, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ἀνέζευξεν ἐκεῖθεν δεσμὸν ἐπιθεὶς τῷ βασιλεῖ. Χρόνου δὲ ὀλίγου διαδραμόντος, ὁ μὲν Ἰωακεὶμ τελέσαι τὸν συγκείμενον οὐκ ἠθέλησε φόρον· ὁ δὲ Ναβουχοδονόσορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις· καὶ τὸν μὲν Ἰωακεὶμ ἀναιρεῖ, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι ἐκέλευσε, καὶ ἄταφον ἐπὶ πλεῖστον καταλείπει χρόνον· τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν, καὶ τοῖς ὑπολειφθεῖσι χειροτονήσας βασιλέα Ἰωακείμ, τὸν καὶ Ἰεχονίαν (υἱὸς δὲ οὗτος ἦν Ἰωακεὶμ), ἀπῆρεν εἰς Βαβυλῶνα. Τριῶν δὲ μηνῶν πρὸς ὀλίγαις ἡμέραις διελθόντων, στασιάσαντα τοῦτον μαθὼν, πάλιν ἀφικνεῖται· καὶ τοῦτον μὲν πεδήσας μετὰ πλήθους οὐκ ὀλίγου δορυάλωτον ἀπάγει, καθίστησι δὲ βασιλέα τὸν τούτου μὲν θεῖον, τοῦ δὲ προτέρου Ἰωακεὶμ ἀδελφὸν, Ἰωσίου δὲ υἱὸν, Μαθανίαν, τὸν καὶ Σεδεκίαν, ὅρκους παρ' αὐτοῦ λαβὼν, ὡς καὶ τὴν περὶ αὐτὸν εὔνοιαν φυλάξει, καὶ τὸν δασμὸν κατὰ καιρὸν ἀποδώσει. Ἀλλὰ καὶ τούτου πάλιν παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν