Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.813
Not analysed yet
εὔνοιαν φυλάξαντος, ἀλλ' Αἰγυπτίοις προσπεφευγότος, πολλὴν ἀγείρας στρατείαν ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβὼν, τά τε βασίλεια, καὶ τὸν θεῖον νεὼν, καὶ πᾶσαν λαμπρὰν ἐνέπρησεν οἰκίαν· τοὺς δὲ τὴν τοῦ λιμοῦ φθορὰν, καὶ τὴν πολεμικὴν διαφυγόντας σφαγὴν, ἅπαντας αἰχμαλώτους ἀπήγαγεν· καὶ τὰ σκεύη δὲ ἅπαντα, οὐ μόνον ὅσα ἐξ ὕλης ἀργύρου καὶ χρυσοῦ ἐπεποίητο, ἀλλὰ καὶ τοὺς ἐκ χαλκοῦ κατεσκευασμένους κίονας, καὶ τ' ἄλλα πάντα μετεκόμισεν εἰς Βαβυλῶνα. Ἡ Ἰεχονίου τοίνυν αἰχμαλωσία οὐ πρώτη ἦν, ὥς τισιν ἔδοξεν, ἀλλὰ τῶν Ἱεροσολύμων τρίτη· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει, καὶ τῶν Παραλειπομένων ἡ βίβλος, καὶ ὁ θεῖος Δανιὴλ ὁ προφήτης· οὕτω γὰρ καὶ τῆς προφητείας ἄρχεται· «Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτὴν, καὶ ἔδωκε Κύριος ἐν τῇ χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ·» καὶ μετ' ὀλίγα· «Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς Ἀσφανὲζ, τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. Πρώτη τοίνυν τῶν Ἱεροσολύμων αἰχμαλωσία ἐν τῷ τρίτῳ ἔτει γεγένηται τῆς βασιλείας Ἰωακείμ· τοῦτο δὲ πρῶτον ἔτος τῆς τοῦ Ναβουχοδονόσορ βασιλείας. Καὶ τοῦτο ὁ αὐτὸς ἡμᾶς διδάσκει προφήτης λέγων οὑτωσί· «Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας τοῦ Ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον.» Δευτέρα δὲ αἰχμαλωσία, ὡς ἔφην, γεγένηται ἐν τῷ ἑνδεκάτῳ μὲν ἔτει τῆς τοῦ Ἰωακεὶμ βασιλείας, ὀγδόῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας· τρίτη δὲ ἐν τῷ πρώτῳ ἔτει τῆς Ἰεχονίου τοῦ Ἰωακεὶμ βασιλείας, ἐννάτῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας. Διδάσκει δὲ ἡμᾶς ταῦτα σαφῶς καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ῥᾴδιον τῷ βουλομένῳ τοὺς χρόνους συναγαγεῖν, καὶ ἐξ ἐκείνου τοῦ προφήτου σαφῶς ταῦτα καταμαθεῖν. Οὐκοῦν Ἰεζεκιὴλ τῆς προφητείας ἤρξατο ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου· πέμπτον δὲ ἦν ἔτος καὶ τῆς Σεδεκίου βασιλείας ὃς ἀντὶ τοῦ Ἰεχονίου τῶν Ἰουδαίων ἐκεχειροτόνητο βασιλεύς. Ἔτεσι δὲ δυοκαίδεκα πρότερος ὁ Δανιὴλ τῆς προφητείας ἤρξατο· κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, οὗτοι μὲν ἐν Βαβυλῶνι προεφήτευον· ἐν δὲ τῇ Ἰουδαίᾳ Ἱερεμίας, καὶ Σοφονίας, καὶ Οὐρίας ὁ Σαμαίου. Ἀλλὰ πάλιν κἀκεῖνοι πρεσβύτεροι οὐ μόνον τοῦ Ἰεζεκιὴλ, ἀλλὰ καὶ τοῦ Δανιήλ· ἐν γὰρ τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας ἤρξατο τῆς προφητείας ὁ μακάριος Ἱερεμίας, καὶ ὁ Σοφονίας δὲ ἐπὶ Ἰωσίου τοῦ βασιλέως πεποιῆσθαι τὴν προφητείαν