Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.820
Not analysed yet
τας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος· οὐχ οὕτως; Ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ ἐπαχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν.» Ταῦτα δὲ καὶ ἡ τῶν Παραλειπομένων βίβλος διδάσκει. Ἐπράχθη δὲ ταῦτα καὶ ἐῤῥέθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου· ἓν δὲ καὶ τριάκοντα ἐβασίλευσεν ἔτη. Ἀπὸ τοίνυν τοῦ ὀκτωκαιδεκάτου ἕως τοῦ τριακοστοῦ πρώτου γίνονται ἔτη τεσσαρακαίδεκα· μετὰ δὲ τοῦτον Ἰωάχας τρεῖς μῆνας ἐβασίλευσεν, οὓς δεῖ τούτοις αὐτοὺς συνάψαι τοῖς ἔτεσι, διὰ τὸ τῷ ὀγδόῳ μηνὶ τοῦ ὀκτωκαιδεκάτου ἔτους γεγενῆσθαι τὴν προφητείαν· εἶτα τοῦ Ἰωακεὶμ ἕνδεκα τοῖς προτέροις συνάψαντες ἔτεσιν, εὑρήσομεν πέντε καὶ εἴκοσι. Τοὺς δὲ τρεῖς μῆνας τοῦ Ἰεχονίου καὶ τὰς ὀλίγας ἡμέρας, πάλιν ἀντὶ τῶν ὑπολοίπων μηνῶν τοῦ ὀκτωκαιδεκάτου ἔτους ἀντεισάξομεν. Τοῖς δὲ πέντε καὶ εἴκοσι τὰ πέντε τῆς αἰχμαλωσίας τοῦ Ἰεχονίου προστεθεικότες τὸν τῶν τριάκοντα ἐτῶν εὑρήσομεν ἀριθμόν· οὕτω καὶ τῶν ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἐτῶν τὸ ἀψευδὲς καταλαβεῖν δυνησόμεθα. Ἀπὸ γὰρ τοῦ ὀκτωκαιδεκάτου τῆς Ἰωσίου βασιλείας μέχρι πρώτου Κύρου τῶν Περσῶν βασιλέως, ἐφ' οὗ ἡ πρώτη ἀνάκλησις γέγονεν, ὁ ἑβδομηκοντούτης συμπληροῦται χρόνος. Τῆς δὲ τοῦ ναοῦ ἐρημίας τὰ ἑβδομήκοντα ἔτη ὁ βουλόμενος ἀριθμῆσαι, ἀρξάσθω μὲν ἀπὸ ἑνδεκάτου ἔτους Σεδεκίου· τηνικαῦτα γὰρ ὁ θεῖος ἐνεπρήσθη νεώς· καταλήξῃ δὲ εἰς τὸ δεύτερον ἔτος Δαρείου τοῦ Ὑστάσπου, ἐφ' οὗ μετὰ σπουδῆς ἁπάσης τὸν θεῖον ἀνεδείμαντο νεὼν, καὶ τέλους τὸ ἔργον τετύχηκεν· λέγει τοίνυν ὁ προφήτης, ὅτι. Τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ ἴδον ὅρασιν Θεοῦ. (βʹ.) Πέμπτῃ τοῦ μηνός· τοῦτο πέμπτον ἔτος τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ βασιλέως. Σαφῶς δὲ καὶ ἡμᾶς αὐτὸς ἐδίδαξεν, ὅτι οὐ τῆς αἰχμαλωσίας ἁπλῶς πέμπτον ἔτος, ἀλλὰ τῆς Ἰωακεὶμ τοῦ βασιλέως αἰχμαλωσίας· οὗτος δὲ, ὡς ἔφην, Ἰεχονίας ἦν τρεῖς μῆνας βασιλεύσας, καὶ ὀλίγας ἡμέρας· ὁ γὰρ τούτου πατὴρ Ἰωακεὶμ ἑνδεκάτῳ ἔτει τῆς αὑτοῦ βασιλείας ἐν Ἱεροσολύμοις ἐσφάγη. Ἀνεῳχθῆναι δὲ τοὺς οὐρανοὺς ἔφη, οὐκ ἀληθείᾳ καὶ πράγματι, ἀλλὰ πνευματικῇ θεωρίᾳ· «Καὶ ἴδον, φησὶν, ὅρασιν Θεοῦ.» Οὐκ οὐσίαν Θεοῦ, ἀλλ' «ὅρασιν·» ἀποκάλυψίν τινα, καὶ οἱονεὶ ἀνατύπωσιν, τὴν ἐφικτὴν ἀνθρωπείᾳ φύσει. «Καὶ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας.» Ὁ εὐσεβὴς μετὰ τῶν δυσσεβῶν, μετὰ τῶν