Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.821
Not analysed yet
παρανόμων ὁ δίκαιος. Τοσαύτη γὰρ ἡ τοῦ Δεσπότου φιλανθρωπία, ὡς τῶν ἁμαρτωλῶν ἕνεκεν ἀνιαροῖς ἐκδιδόναι καὶ συμφοραῖς τοὺς οἰκείους θεράποντας. γʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ. Διπλοῖς κομᾷ χαρίσμασιν, ἱερωσύνῃ, καὶ προφητείᾳ· ἀμφότερα δὲ δῶρα τοῦ Πνεύματος· λέγει δὲ καὶ τὴν χώραν, καὶ τὸν τόπον, ἔνθα τῆς θείας ἀποκαλύψεως ἠξιώθη, πολλὰ διὰ τούτων παραδηλῶν· πρῶτον μὲν, ὅτι τὸ Θεῖον ἀπερίγραφον, οὐκ ἐν μόνοις Ἱεροσολύμοις ἔχον τὴν ἐξουσίαν οὐδὲ μόνων Ἰουδαίων δεσπόζον, ἀλλὰ πάντων ὑπάρχον καὶ ποιητὴς, καὶ πρύτανις· δηλοῖ δὲ τοῦτο καὶ τὴν ἄῤῥητον ἀγαθότητα, ὅτι καὶ αἰχμαλωσίᾳ παραδοὺς ἀτημελήτους οὐκ ἐᾷ, ἀλλὰ προμηθείας ἁπάσης καὶ τῆς προσηκούσης ἀξιοῖ κηδεμονίας. Παρ' ὕδατα δὲ τῆς θεωρίας αὐτὸν ἀξιοῖ, προσημαίνων ἁπάντων ἀνθρώπων τὴν σωτηρίαν, καὶ τὴν διὰ τῆς τοῦ ὕδατος παλιγγενεσίας ἐσομένην τοῖς εὐσεβέσι θεογνωσίαν προδηλῶν. Οὕτω καὶ ὁ θεσπέσιος Δανιὴλ παρ' ὕδατα τὰς θείας ἐκείνας ἐθεώρησεν ὀπτασίας, καὶ ὁ νομοθέτης Μωσῆς παρὰ τὴν ὄχθην ῥιφεὶς δι' ὑδάτων τῆς σωτηρίας τετύχηκεν· οὕτω πάλιν αὐτὸ τὸ φρέαρ καὶ τὸ ὕδωρ τὸν γάμον προὐξένησεν· τοῦτο δὲ καὶ τοῖς πρὸ αὐτοῦ πατριάρχαις, οὐ τῷ Ἰακὼβ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ συνέβη Ἀλλ' ἐπὶ τὴν ἑρμηνείαν ἐπανέλθωμεν· οὔτε γὰρ ἐπὶ ταῦτα τὴν ὁρμὴν ἐπὶ τοῦ παρόντος ὁ λόγος ἔχει. «Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου.» Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν οὕτως ἐκάλεσε. Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἀντιτείνοντι τῷ Ἐλύμᾳ παιδείαν ἐπιφέρων, οὕτως ἔφη· «Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Τοῦ δὲ θείου Πνεύματος ἦν ἐνέργεια, ὡς αὐτὸς ὁ Παῦλός φησιν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. «Ἐγένετο ἐπ' ἐμὲ, φησὶ, χεὶρ τοῦ Κυρίου.» δʹ. Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πῦρ ἐξαστράπτον. Ἀναγκαῖον πρότερον τὴν τῆς ἀποκαλύψεως αἰτίαν εἰπεῖν, εἶθ' οὕτω κατὰ μέρος τὴν ἑρμηνείαν ἐπαγαγεῖν. Πολλοὶ κατὰ τὸν καιρὸν τοῦτον ψευδοπροφῆται τοῖς προφήταις ἀντέλεγον· καὶ τοῦτο μάλιστα ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει. Τοῦ γὰρ Θεοῦ κλοιοφορεῖν αὐτὸν κελεύσαντος, καὶ προλέγειν τὴν αἰχμαλωσίαν, τοῦ τε βασιλέως, καὶ παντὸς τοῦ λαοῦ, Ἀνανίας τις ψευδοπροφήτης ταῦτα συντρίψας, ἀντέλεγεν τοῖς ὑπὸ τοῦ προφήτου λεγομένοις, ἄντικρυς ψευδόμενος, καὶ βοῶν, ὅτι οὐ μόνον ἡ πόλις ἀνάστατος οὐ γενήσεται, ἀλλὰ καὶ οἱ ἤδη πρότερον αἰχμάλωτοι γεγονότες, οὐκ εἰς μακρὰν ἐπανήξουσι. Διὸ πλέον ὁ Δεσπότης ἀγανακτήσας Θεὸς σιδηρᾶ δεσμὰ ἐπιθῆναι