Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.825
Not analysed yet
εἶναί φησι, καὶ ἀνθρώπῳ ἐοικός· τετραπρόσωπον δὲ ἕκαστον, καὶ τετραπτέρυγον, ἰσαρίθμους δὲ ταῖς πτέρυξι καὶ χεῖρας ἔχειν ἔφη, πλήρεις δὲ πτερῶν καὶ τοὺς πόδας εἶναι. Παραδηλοῖ δὲ διὰ τοῦ ἀριθμοῦ τῶν τε προσώπων, καὶ τῶν πτερύγων, τῶν τὸ θεῖον σχῆμα φερουσῶν δυνάμεων, τοῦ παμβασιλέως Θεοῦ τὴν πάντοτε διήκουσαν ἐποψίαν. Τὸ δὲ ὑπόπτερον σημαίνει τῆς φύσεως αὐτῶν τὴν ὀξύτητα· οἱ δὲ τῷ λαμπροτάτῳ χαλκῷ ἐοικότες σπινθῆρες, τὴν φαιδρότητα καὶ τὴν τοῦ φρονήματος σημαίνουσι καθαρότητα· αἱ δὲ ὑπὸ τὰς πτέρυγας κεκρυμμέναι χεῖρες, τὴν ἀόρατον καὶ ποικίλην ἐνέργειαν. Τούτοις ἐπάγει· θʹ. Οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτὰ, ἕκαστον κατέναντι τοῦ προσώπου αὑτῶν ἐπορεύετο. Ἄνθρωπος μὲν γὰρ ἐπὶ τὸ βόρειον μέρος ὁδεύων, εἶτα ἐθέλων ἐπὶ τὸ νότιον μεταβῆναι, ἀναγκαίως ἐπιστρέφεται ἓν πρόσωπον ἔχειν λαχών· οἷς δὲ τὰ πρόσωπα τῶν τεσσάρων τῆς οἰκουμένης κλιμάτων ἰσάριθμα, οὐκ ἔστι νότιον οὐδὲν, ἀλλὰ πανταχοῦ πρόσωπον πάντα ἐφορᾷ, καὶ οὗ ἂν ἐθέλει βαδίζον, καὶ μεταθέσεως οὐ δεόμενον. ιʹ. Καὶ ὁμοίωσις, φησὶ, τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος, ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι· ταῦτα τὰ πρόσωπα αὐτῶν. Ἀλλὰ μηδεὶς οἰέσθω θηρίων καὶ ζώων ἀλόγων εἰκόνας ἔχειν τὰς ἀοράτους δυνάμεις· ἕτερα γὰρ διὰ τούτων αἰνίττεται· διὰ μὲν τοῦ λέοντος, βασιλείαν· βασιλικὸν γὰρ τὸ ζῶον· διὰ δὲ τοῦ μόσχου, τὴν ἱερωσύνην· ὑπὲρ γὰρ τοῦ ἀρχιερέως εἷς προσεφέρετο μόσχος· διὰ δὲ τοῦ ἀετοῦ, τὴν προφητείαν· ὑψιπετὲς γὰρ τὸ ζῶον, καὶ λίαν ὀξυδερκές· τοιαύτη δὲ ἡ προφητεία, ὑψηλὴν ἔχουσα τὴν θεωρίαν, καὶ πόῤῥωθεν τὰ ἐσόμενα προορῶσα. Διδάσκει τοίνυν διὰ τῶν εἰρημένων, ὅτι πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, μετὰ τῶν οἰκείων ἡγεμόνων, τῷ παμβασιλεῖ τῶν ὅλων ὑπόκειται, καὶ ὅτι τοσούτοις χαρίσμασι τὸ ἀνθρώπινον κατεκόσμησε γένος. ιαʹ. Καὶ αἱ πτέρυγες, φησὶν, ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκάστῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. Δηλοῖ δὲ διὰ τούτων, ὡς οὐδὲ ταῖς θείαις δυνάμεσι πάντα καταληπτὰ, ἀλλὰ τὰ μὲν δῆλα, τὰ δὲ κεκρυμμένα· καὶ ὅτι τοὺς κειμένους οὐχ ὑπερβαίνουσιν ὅρους· ἀλλὰ τὰς μὲν δύο πτέρυγας ἐκτείνουσι, τῇ δεδωρημένῃ ἐντρυφῶντες θεωρίᾳ· ταῖς δὲ δύο τὸ σῶμα συγκαλύπτουσι, στέργοντες τῶν κεκρυμμένων τὴν ἄγνοιαν, καὶ οὐ φιλονεικοῦντες μαθεῖν, ἃ μὴ θέμις μαθεῖν. βʹ. Καὶ ἕκαστον κατὰ πρόσωπον αὑτῶν ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα ἐπορεύοντο,