Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.824
Not analysed yet
ἑαυτῷ ἀντὶ τῶν ξυλίνων παρακελεύεται, καὶ τοῖς μὲν ἐν τῇ Ἰουδαίᾳ τὴν πολιορκίαν καὶ τὸν ἀνδραποδισμὸν προαγορεῦσαι, γράψαι δὲ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, καὶ οἰκίας οἰκοδομῆσαι, καὶ ἀμπελῶνας φυτεῦσαι· ὡς τῆς τῶν ἑβδομήκοντα ἐτῶν ἀποφάσεως ἀψευδοῦς ὑπαρχούσης. Ἔδει τοίνυν μὴ μόνον ἐν τῇ Ἰουδαίᾳ τὸν Ἱερεμίαν ταῦτα λέγειν καὶ γράφειν, ἀλλὰ καὶ τοὺς ἐν τῇ αἰχμαλωσίᾳ διὰ τῶν παρ' αὐτοῖς προφητῶν ταῦτα μανθάνειν· ὁρᾷ μέντοι ὁ προφήτης τῶν Ἱεροσολύμων γενησομένην τὴν πανωλεθρίαν. Τοῦτο γὰρ σημαίνει τὸ, «Πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ,» ἢ, ὡς Σύμμαχος ἔφη, «καταιγίζον·» σημαίνει δὲ ἡ τοῦ πνεύματος σφοδρότης τοῦ Βαβυλωνίου τὴν ἔφοδον· ἡ δὲ «μεγίστη νεφέλη,» τῶν δοράτων, καὶ τῶν ἀκοντίων, καὶ τῶν παντοδαπῶν βελῶν τὸν κατακλυσμόν· τὸ δὲ «ἐξαστράπτον πῦρ,» οὐ μόνον τὸ ἐπαγόμενον δέος, ἀλλὰ καὶ τὸν διὰ τοῦ πυρὸς γενόμενον τῆς πόλεως ἀφανισμόν· τὸ δὲ «φέγγος τὸ κύκλῳ,» τὴν ἐπιφαινομένην διὰ τῆς τιμωρίας τοῦ Θεοῦ δόξαν. Ἐπειδὴ γὰρ τῶν εὐεργεσιῶν οὐκ ἀπώναντο, οὐδὲ συνιδεῖν ἐξ ἐκείνων τὸν εὐεργέτην ἠθέλησαν, διὰ τῆς τιμωρίας εἰσδέχονται τὴν ἐπίγνωσιν· διὸ καὶ βοῶσιν· «Ὕστερον αἰχμαλωσίας μου μετενόησα.» —»Καὶ ἐν τῷ μέσῳ αὐτοῦ, ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ.» Μέχρι μὲν οὖν τούτου τὴν ἀποκάλυψιν ἡμῖν ὁμοῦ πᾶσαν ἐδήλωσεν· ἐντεῦθεν δὲ ἐπὶ τὴν κατὰ μέρος ἐξήγησιν ἔρχεται. εʹ. Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων. Ζῶον καλεῖται λογικὸν, καὶ ὁ ἄνθρωπος, καὶ ὁ ἄγγελος· ἀλλ' ὁ μὲν λογικὸν θνητὸν, ὁ δὲ λογικὸν ἀθάνατον. Τίς δ' ἂν δυνηθείη σαφῶς ἑρμηνεῦσαι τὴν ἀποκάλυψιν, αὐτοῦ τοῦ προφήτου περὶ τὴν διήγησιν ἀτονήσαντος; Οὐ γὰρ ἁπλῶς ἔφη τέσσαρα τεθεᾶσθαι ζῶα, οὔτε μὴν ὁμοίωμα ζώων, ἀλλ' «ὡς ὁμοίωμα τεσσάρων ζώων·» ὡς εἶναι δῆλον, ὅτι οὐκ αὐτὰς ἐθεώρουν τῶν ἀοράτων τὰς φύσεις οἱ θεσπέσιοι προφῆται, ἀλλ' εἰκάσματά τινα καὶ ἐκτυπώματα εἰς χρείαν ἑκάστην ὑπὸ τοῦ μεγαλοδώρου δεικνύμενα· λέγει τοίνυν ἡμῖν καὶ τῶν ὀφθέντων αὐτῷ ζώων τὰ σχήματα. Αὕτη γὰρ, φησὶν, ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐν αὐτοῖς. (ϛʹ.) Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἀστράπτων χαλκὸς, καὶ κοῦφαι αἱ πτέρυγες αὐτῶν. Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. Τὸ μὲν οὖν εἶδος τῶν ὀφθέντων ὄρθιον