Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.832
Not analysed yet
δύο ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. Καὶ ἤκουσα τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πτερύσσεσθαι αὐτὰ, ὡς φωνὴν ὑδάτων πολλῶν, ὡς φωνὴν Θεοῦ Σαδαΐ· καὶ ἐν τῷ πορεύεσθαι αὐτὰ, φωνὴν τοῦ λόγου, ὡς φωνὴν παρεμβολῆς, καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν. Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐν τῷ ἑστάναι αὐτὰ ἀνίεντο αἱ πτέρυγες αὐτῶν. Πανταχοῦ ὁ θεῖος προφήτης τὸ ὁμοίωμα τίθησι, διδάσκων ἡμᾶς σκιαγραφίαν τινὰ τῶν θείων τεθεᾶσθαι, καὶ οὐκ αὐτὴν τῶν ἀοράτων τὴν φύσιν· εἰρηκὼς γὰρ ἄνω τεθεωρηκέναι διανοιχθέντας τοὺς οὐρανοὺς, νῦν ἐπάνω τῶν ζώων ὡς ὁμοίωμα στερεώματος θεωρεῖ, καὶ τὰ ζῶα ὑποκείμενα, καὶ κινοῦντα τὰς πτέρυγας, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἄνωθεν φερομένην φωνήν· ἐκείνῃ γὰρ πειθόμενα, καὶ ἐκίνουν ταύτας, καὶ πάλιν ἀκινήτους ἐφύλαττον. Διδάσκει δὲ ἡμᾶς καὶ τὸν ἐκεῖθεν φερόμενον κτύπον, νῦν μὲν πλήθει ὑδάτων ἀπεικάζων, νῦν δὲ φωνῇ παρεμβολῆς· καὶ τὸ τελευταῖον ἀπορήσας παραβολὴν ἐπήγαγεν, ὡς φωνὴν «Θεοῦ Σαδαῒ,» ὅπερ Ἀκύλας καὶ Σύμμαχος ἱκανοῦ ἡρμήνευσαν. Τί γὰρ, φησὶ, κάμνω ζητῶν εἰκόνας τοῦ πράγματος ἀξίας, καὶ μηδαμῶς εὑρίσκων; Ἀρκεῖ δεῖξαι τὸν ἐνεργοῦντα, καὶ δι' ἐκείνου παραδηλῶσαι τοῦ κτύπου τὸ μέγεθος· ἱκανὸς γὰρ ὢν καὶ παντοδύναμος ποιεῖ πάντα ῥᾳδίως, ὡς βούλεται. κϛʹ. Καὶ ὑπεράνω, φησὶ, τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ' αὐτῷ. Καὶ τοῦτο δὲ τὸ εἶδος, τὸ βαθὺ καὶ ἀόρατον τῆς θείας αἰνίττεται φύσεως. «Νεφέλη γὰρ, φησὶ, καὶ γνόφος κύκλῳ αὐτοῦ.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης, «Ἔθετο, φησὶ, σκότος ἀποκρυφὴν αὑτοῦ.» Τὸ δὲ σκότος, καὶ ἡ νεφέλη, καὶ ὁ γνόφος, τῆς θείας ἀορασίας ὑπάρχει δηλωτικά· τὸ γὰρ ἄκρατον ἐκεῖνο καὶ ἀπρόσιτον φῶς, ἡμῖν ἐστι σκότος, ἐνατενίζειν οὐ δυναμένοις διὰ τὴν τῆς φύσεως ἀσθένειαν. Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέπεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός; Καὶ ἐπὶ τοῦ ὁμοιώματος, φησὶ, τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ' αὐτοῦ ἐπάνωθεν. (κζʹ, κηʹ.) Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ