Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.833
Not analysed yet
ὁράσεως ὀσφύος, καὶ ἕως ἐπάνω· καὶ ἴδον, καὶ ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω· εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. Ὡς ὅρασις τόξου, ὅτ' ἂν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους κυκλόθεν. Πανταχοῦ καὶ τὸ ὁμοίωμα, καὶ τὸ ὡς προστίθησι, διδάσκων ἡμᾶς μὴ μέχρι τούτου ἑστάναι, ἀλλ' εἰδέναι ὡς τῶν ὀπτάσεων ἑκάστη πρὸς τὴν χρείαν ἁρμόζεται. Τῷ μὲν γὰρ πατριάρχῃ Ἀβραὰμ, ὡς ἄνθρωπος ἐπεφάνη τῶν ὅλων ὁ Δεσπότης, καὶ οὐδὲν αὐτῷ φοβερὸν ἔδειξεν, ἀγαθὰς μέλλων παρέχειν ἐπαγγελίας, καὶ αὐτῷ, καὶ δι' αὐτοῦ πάσῃ τῇ οἰκουμένῃ. Ἡ γὰρ τοῦ Ἰσαὰκ ὑπόσχεσις, καὶ τὴν κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ περιέχει γέννησιν· διὸ καὶ ἡ τῶν ἐθνῶν εὐλογία τῇ τοῦ Ἰσαὰκ ἐπαγγελίᾳ συνήφθη. «Ἐν τῷ σπέρματι γάρ σου, φησὶν, εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς.» Ἡνίκα δὲ αὐτῷ τὴν τοῦ γένους δουλείαν προύλεγεν, οὐχ οὕτω χρηστὸς ἐπεφάνη, ἀλλὰ καὶ κλίβανον ἔδειξε καπνιζόμενον, καὶ λαμπάδας πυρὸς διερχομένας ἀναμέσον τῶν διχοτομημάτων. Οὕτω τὸν Ἰακὼβ δειμαίνοντα τὸν Ἡσαῦ ψυχαγωγῆσαι θελήσας, ὡς ἄνθρωπος ἐπεφάνη. Τῷ δὲ Μωσῇ κατ' ἀρχὰς μὲν ἔδειξε τὰ φρικώδη, τὸ πῦρ ἐν τῇ βάτῳ, καὶ τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην· μετὰ δὲ ταῦτα ἡμέρως προσδιαλέγεται, οὐδὲν ὑποδεικνὺς τῶν φρίκην ἐμποιεῖν δυναμένων. Καὶ τὸν Ἰσραὴλ δὲ φοβῆσαι θελήσας, καὶ τὴν οἰκείαν δύναμιν γνωρίσαι, τὸ ὄρος ἅπαν ὑποδείκνυσι καπνιζόμενον, καὶ βροντὰς κτυπούσας, καὶ σάλπιγγας ἠχούσας, καὶ γνόφον πολὺν, καὶ ἁπαξαπλῶς οὕτως αὐτοὺς ἐξεδειμάτωσεν, ὡς ἱκετείαν τῷ προφήτῃ προσενεγκεῖν, μὴ τὸν Θεὸν αὐτοῖς προσδιαλέγεσθαι, ἀλλ' αὐτὸν τὰ θεῖα διαπορθμεύειν. Ταύτην τῶν ὀπτασιῶν τὴν διαφορὰν καὶ τῷ μεγάλῳ Ἡλίᾳ ὑπέδειξε· πρῶτον μὲν συσσεισμὸν, εἶτα πῦρ, εἶτα πνεῦμα συντρίβον ὄρη, καὶ λεπτύνον πέτρας, καὶ μετὰ ταῦτα πνοὴν αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριον· χαίρει γὰρ αὐτὸς ἀγαθότητι, καὶ μακροθύμως καὶ ἠπίως βούλεται τὰ κατὰ τοὺς ἀνθρώπους οἰκονομεῖν· ἡ δὲ πολλὴ ἀσέβεια καὶ παρανομία παρασκευάζει κἀκείνοις κεχρῆσθαι. Διὸ ἐν ἐκείνοις οὐκ ἔφη εἶναι, ἀλλ' ἐν τῇ αὔρᾳ τῇ λεπτῇ· ἐπειδὴ οὐ τῆς αὐτοῦ γνώμης, ἀλλὰ τῆς τῶν ἀνθρώπων χρείας ἐκεῖνα· ἀγαθότης δὲ καὶ φιλανθρωπία τῆς αὐτοῦ φύσεως ἴδια. Ὅταν τοίνυν διαφόρους ὀπτασίας ἀκούσῃς Θεοῦ, μὴ πολύμορφον ὑπολάβῃς τὸ Θεῖον· ἀσώματον γὰρ καὶ ἀνείδεον παντελῶς, ἁπλοῦν τε καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον, ἀόρατόν τε καὶ ἀθέατον, καὶ οὐδενὶ περιγραφόμενον ὅρῳ· δείκνυσι δὲ τὰς ὄψεις, πρὸς τὴν χρείαν ταύτας ἀνατυπῶν· καὶ