Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.841
Not analysed yet
παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν σὺ μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστίν. Ἀρκοῦσα εἰς καταφρόνησιν ἀφορμὴ ἡ τῶν ἐπιβουλεύειν ἐπιχειρούντων πονηρία· παράνομοι γάρ εἰσι, καὶ τῆς θείας ἔρημοι βοηθείας· οὐ δεῖ τοίνυν, φησὶ, τοὺς τοιούτους δεδιέναι, κἂν δίκην σκορπίων ᾄττωσι, κἂν θρασεῖς προσφέρωσι λόγους, κἂν μετὰ πολλῆς λύττης ἐπιφέρωνται καὶ μανίας· τοῦτο γὰρ διὰ τοῦ παροιστρήσουσι ᾐνίξατο, ἐκ μεταφορᾶς τῶν βοῶν, οὓς ὁ οἶστρος νεμομένους ἐλαύνει, καὶ φέρεσθαι κατὰ κρημνῶν ἀναγκάζει πολλάκις· μυίας δέ ἐστιν εἶδος, κέντρου παντὸς σφοδρότερον τοὺς βόας ἐλαῦνον. Οὕτω τοίνυν τὴν μανίαν τροπικῶς προσηγόρευσεν. ζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν. Πάλιν τὴν ἀμφιβολίαν προστέθεικε, τὴν μεταμέλειαν μηχανώμενος· εἰκὸς γὰρ, αὐτοὺς, φησὶ, τῇ τῆς τιμωρίας ἀπειλῇ πτοηθῆναι, καὶ δεῖσαι τῆς ἀπειλῆς τὸ τέλος, ἐπειδὴ τοῖς χρηστοτέροις εἴκειν οὐκ ἐθέλουσι λόγοις. ηʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σὲ, καὶ μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ κατάφαγε ἃ ἐγὼ δίδωμί σοι. Μὴ ἀντείπῃς, φησὶ, τοῖς ὑπ' ἐμοῦ σοι κελευομένοις· μηδὲ ζηλώσῃς τοὺς ἀντιλέγοντας, ἀλλὰ τὰ προσταττόμενα πλήρου. θʹ, ιʹ. Καὶ ἴδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου. Καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἐν αὐτῇ ἦν γεγραμμένα τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, καὶ ἐγέγραπτο εἰς αὐτὴν θρῆνος, καὶ μέλος, καὶ οὐαί. ΚΕΦΑΛ. Γʹ. αʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι, καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ. Εἰκότως ἔφη ἄνω, «Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι·» φρίκης γὰρ μεστὰ τὰ τῷ προφήτῃ προσφερόμενα, «θρῆνος, καὶ μέλος, καὶ οὐαὶ,» ὅλῃ τῇ κεφαλίδι ἐγγεγραμμένα, ἔνδοθέν τε καὶ ἔξωθεν. Κεφαλίδα δὲ καλεῖ τὰ εἰλητὰ βιβλία. Οὕτω γὰρ οἱ πάλαι τὴν τῶν συγγραμμάτων ἐφύλαττον μνήμην. Ἰουδαῖοι δὲ καὶ μέχρι τοῦ παρόντος ἐν τοιούτοις εἰλήμασι τὰς θείας ἔχουσι Γραφάς. βʹ, γʹ. Καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώμισέ με τὴν κεφαλίδα ταύτην. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ