Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.840
Not analysed yet
σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προΐδες· ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ ἀρχαῖα.» Εἰδὼς τοίνυν ἀκριβῶς αὐτῶν τὸ ἀνένδοτον, τίθησι τὸ ἐὰν ἄρα, τὸ τῆς γνώμης αὐθαίρετον διὰ τούτων διδάσκων, ὅτι ἐνδέχεται αὐτοὺς μεταβληθῆναι ἐὰν ἐθελήσωσι· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον ἐκ προσώπου τοῦ πατρός· Ἀποστελῶ τὸν υἱόν μου πρὸς τοὺς γεωργοὺς, ἴσως ἐντραπήσονται τοῦτον·» οὐδὲ γὰρ ἐκεῖ ἀμφιβολίας τὸ ἴσως· ᾔδει γὰρ ὡς οὐκ ἐντραπήσονται· τὰ δὲ ἁρμόττοντα τῇ ἑαυτοῦ δικαιοσύνῃ ποιεῖ. Ἵνα γὰρ μή τις αὐτοῦ τὴν πρόγνωσιν αἰτίαν ὑπολάβῃ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἀναγκαίως τὰ τῆς ἀμφιβολίας τίθησι ῥήματα, δεικνὺς τῆς γνώμης τὸ αὐτεξούσιον, καὶ ἀπολογίαν ἑαυτῷ φυλάττων ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. Τούτου χάριν καὶ προειδὼς τὸ δυσπειθὲς καὶ ἀνήκοον, πᾶσαν κινεῖ μηχανὴν εἰς τὴν ἐκ πονηρίας μεταβολήν. Διὸ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου βοᾷ· «Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου τούτῳ, καὶ οὐκ ἐποίησα;» καὶ διὰ Ὠσηὲ πάλιν· «Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα;» Ἀλλ' ὅμως καὶ ἀνήκεστα νοσοῦντας εἰδὼς προσφέρει τὰ φάρμακα, ἵνα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναντιῤῥήτως τὴν ἐκφερομένην κατ' αὐτῶν οἱ ἀπειθοῦντες δέξωνται ψῆφον, τῶν θείων εὐεργεσιῶν εἰς μέσον προσφερομένων. Οὗ χάριν καὶ ὁ μακάριος Δαβὶδ βοᾷ· «Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε·» παρεξεταζομένη γὰρ ἡ ἡμετέρα παρανομία ταῖς θείαις εὐεργεσίαις ἐνδίκως ἡμᾶς ὑποβάλλει ταῖς τιμωρίαις· αὐτὸς δὲ ὁ δίκαιος κριτὴς, καὶ παρ' αὐτῶν τῶν κολαζομένων δέχεται τὴν νικῶσαν, ὡς πᾶν εἶδος φιλανθρωπίας παραστήσας, καὶ μηδένα πόρον ἀκίνητον εὐεργεσίας καταλιπών. Τὸ τοίνυν, «Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν,» οὐ Θεοῦ σημαίνει τὴν ἄγνοιαν, ἀλλ' ἐκείνοις χώραν δίδωσι μεταμελείας· ἐπεὶ καὶ τοῦ Φαραὼ τὴν ἀπείθειαν εἰδὼς ὁ Θεὸς, «Οἶδα γὰρ, φησὶν, ἐγὼ, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ,» μακροθυμῶν διετέλεσεν. Εἰ γὰρ ἀπὸ τῆς προγνώσεως τὰς τιμωρίας ἐπῆγεν ὁ Δεσπότης, πόθεν ἂν ἐγνώσθη τοῦ Θεοῦ τὸ δίκαιον τοῖς οὐχ ὁρῶσι τὸ τῆς προγνώσεως τέλος; διὰ τοῦτο ἀναμένει τὸ τέλος, καὶ τηνικαῦτα τὴν τιμωρίαν ἐπάγει. Κἀμὲ τοίνυν, φησὶν, ὦ προφῆτα, καὶ τὰ παρ' ἐμοῦ τοῖς ὁμοφυέσι διαπόρθμευσον, ἵνα αὐτοῖς γένῃ πρόξενος ὠφελείας, καὶ μάθωσιν ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν τῶν θείων λόγων διάκονος. ϛʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι