Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.848
Not analysed yet
ἔφη· τῷ γὰρ μακαρίῳ Μωσῇ γνωστῶς ἰδεῖν αἰτήσαντι τὸν Θεὸν, ἔφη, «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται.» Εἶτα ἐπάγει· «Ἰδοὺ τόπος παρ' ἐμοὶ, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω σε τῇ χειρί μου, καὶ ὄψῃ τὰ ὀπίσθιά μου, τὸ δὲ πρόσωπόν μου οὐ μὴ ἴδῃς.» Οὐκ ἐπειδὴ εἰς πρόσωπον καὶ ὀπίσθια τὸ Θεῖον διῄρηται· ἀλλὰ διὰ μὲν τοῦ προσώπου τῆς θείας νοουμένης οὐσίας, διὰ δὲ τῶν ὀπισθίων, τῶν οἰκονομιῶν καὶ εὐεργεσιῶν, αἳ περὶ ἡμᾶς πολλαὶ γίνονται, καὶ παντοδαπαί. Τόπον τοίνυν αὐτοῦ καλεῖ τὴν ἀγαθότητα, δι' ἣν ἀχώρητος ὢν τῇ φύσει, ὡς δυνατὸν τοῖς ἀξίοις, γίνεται χωρητός. ιγʹ. Καὶ ἴδον φωνὴν τῶν πτερύγων τῶν ζώων πτερυσσομένων ἑκατέραν πρὸς τὴν ἑκατέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φωνὴ τοῦ σεισμοῦ μεγάλη. Τούτων γὰρ πρός με εἰρημένων, ἐκινεῖτο μὲν τὰ ζῶα ταῖς πτέρυξι χρώμενα, ἐπηκολούθουν δὲ οἱ τροχοί· σεισμὸς δὲ μέγιστος τούτων κινουμένων ἀπετελεῖτο· πολὺς γὰρ ἦν ὁ κτύπος ὁ πανταχόθεν φερόμενος. ιδʹ. Καὶ τὸ Πνεῦμα ἐξῆρέ με, καὶ ἔλαβέ με, καὶ ἐπορεύθην μετέωρος ἐν ὁρμῇ τοῦ Πνεύματός μου. Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις ἐν ἐμοὶ γενομένη μέσον οὐρανοῦ καὶ γῆς, οἷόν τινα ὑπόπτερον, διατέμνειν παρεσκεύαζε τὸν ἀέρα. «Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ κραταιά.» Πάλιν αὐτὴν σημαίνει τὴν χάριν τοῦ Πνεύματος. ιεʹ. Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος· τουτέστιν, οὐ βαδίζων, ἀλλὰ δι' ἀέρος φερόμενος. «Καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, τοὺς ὄντας ἐκεῖ, καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.» Καταλαβὼν γὰρ, φησὶν, οὓς προσετάχθην, ἡμέρας ἑπτὰ σιγῶν διετέλεσα, ἀναμένων τὴν θείαν ἐνέργειαν. ιϛʹ, ιζʹ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρός με λέγων, Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε ἐν τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ' ἐμοῦ. Τύπον ἔπεχε, φησὶ, κατασκόπου, ὃν ἐπὶ γεωλόφου τινὸς ἱστᾶσιν οἱ ἄνθρωποι, προμηνύειν αὐτοῖς τὰς ἐσομένας τῶν βαρβάρων ἐφόδους κελεύοντες. Καὶ σὺ τοίνυν οἷον ἐπί τινος σκοπιᾶς καὶ περιωπῆς τῆς προφητείας ἑστὼς, ἃ προορᾷς τῷ λαῷ προαγόρευε, καὶ τοὺς ἐμοὺς αὐτοῖς διαπόρθμευε λόγους. ιηʹ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ, καὶ ἐὰν μὴ διαστείλῃ αὐτῷ, μηδὲ λαλήσῃς τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, τοῦ ἀπο-