Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.849
Not analysed yet
στρέψαι αὐτὸν ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτὸν, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω. Φοβερὰ καὶ φρίκης γέμουσα ἡ ἀπειλὴ, καὶ ἱκανὴ δεδίξασθαι καὶ τοὺς ἄγαν λιθίνους· ἄῤῥητος δὲ καὶ ἡ διὰ τῆς ἀπειλῆς προφαινομένη ἀγαθότης· ἀπειλεῖ γὰρ τῷ δικαίῳ τῶν εὐθυνῶν τὴν εἴσπραξιν, εἰ μὴ σημήνειε τῷ ἀνόμῳ τοῦ θανάτου τὴν ἀπειλὴν, καὶ διδάξειε, τί μὲν ζωῆς αἴτιον, τί δὲ θανάτου πρόξενον; Οὕτω ποθεῖ τῶν ἁπάντων ὁ ποιητὴς καὶ Δεσπότης τὴν τῶν ἁμαρτωλῶν μεταμέλειαν, ὅτι κἂν ἅπασάν τις συλλέξῃ τὴν ἀρετὴν, ἀμελεῖ δὲ τῶν ἐγκεχειρισμένων ψυχῶν, οὐδὲν ἐκ τῶν οἰκείων κατορθωμάτων ὠφεληθήσεται, δίκας δὲ ὑπὲρ τῆς περὶ ἐκείνας εἰσπραττόμενος ἀμελείας. Ἐπειδὴ δὲ εἰκὸς τὸν μὲν πᾶν εἶδος θεραπείας προσφέρειν, τοὺς δὲ ἀνηκέστως νοσεῖν, καὶ τὴν προσφερομένην μὴ προσδέχεσθαι ἰατρείαν, ἀναγκαίως ἐπιφέρει· ιθʹ. Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Ἀθῶος, φησὶν, ἔσῃ τὰ προσήκοντα ποιῶν, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέρων· κἂν γὰρ ἡ ἐκείνου νόσος ἀνίατος διαμείνῃ, αὐτὸς μόνος τίσει τῆς ἀπειθείας τὴν τιμωρίαν. Προσήκει δὲ συνιδεῖν, ὅτι τὸν ἄνομον καὶ ἀνωτέρω κἀνταῦθα τιμωρηθήσεσθαι ἔφη τῇ παρανομίᾳ προσμένοντα· ἐάν τε ἔχῃ τὸν διαστέλλοντα, τουτέστι τὸν διδάσκοντα, ἐάν τε καὶ μή· ἀρκεῖ γὰρ ἡ φύσις εἰς τὴν τοῦ πρακτέου διάκρισιν· ἐκ περιουσίας δὲ ἡ διδασκαλία προσφέρεται, τῆς θείας ἀγαθότητος πάντα πόρον εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν μηχανωμένης. κʹ. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ· αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· ἐν ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ ὁ δίκαιος, ἀλλ', Ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσῃ παράπτωμα, τουτέστιν, ἐὰν τὴν εὐθεῖαν ὁδὸν ἣν ὥδευσεν καταλίπῃ, καὶ ἐπὶ τὴν ἑτέραν τραπῇ. Ἐπεὶ καὶ ὁ μακάριος Δαβὶδ ἥμαρτε, καὶ μέγιστα ἁμαρτήματα ἐπλημμέλησεν· ἀλλ' οὐ κατέλιπεν ἣν ὥδευεν ὁδὸν, ἀλλὰ προσπταίσας καὶ πεσὼν ἀνέστη, καὶ τῆς αὐτῆς ἐχόμενος διετέλεσε πορείας. Ἐὰν τοίνυν, φησὶ, καταλιπὼν δίκαιος τὴν οἰκείαν ὁδὸν, τὴν ἐναντίαν ἀσπάσηται, σὺ δὲ τοῦτο γνοὺς μὴ διελέγξῃς τὴν ἀτοπίαν, μηδὲ εἰς τὴν προτέραν σπουδάσῃς ἐπαναγαγεῖν ὁδὸν, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τῆς δευτέρας ὁδοῦ τὸ τέλος, πάντα τὸν πρότερον ἀπολέσας πόνον· εἰς ἑτέραν γὰρ ἦλθεν