Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.868
Not analysed yet
ιγʹ. Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπ' αὐτοὺς, καὶ παρακληθήσομαι, καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος λελάληκα ἐν τῷ ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς. Ἀπαθὲς τὸ Θεῖον, καὶ παντελῶς ἀόργητον, τοῖς δὲ ἀνθρωπίνοις ὀνόμασι κέχρηται, τὰς τιμωρητικὰς ἐνεργείας οὕτω προσαγορεύων. Τὸ δὲ, «Συντελεσθήσεται ἡ ὀργή μου ἐπ' αὐτοὺς», ἀντὶ τοῦ, πέρας λήψεται. Μαθόντων δὲ αὐτῶν διὰ τῆς πείρας, ὅτι Θεός εἰμι, καὶ Δεσπότης, ὅτι τὴν παρανομίαν αὐτῶν βδελυξάμενος τὴν τιμωρίαν ἐπήγαγον, παρακληθήσομαι· ἐπὶ τοῦτο γὰρ καὶ τὰς κολάσεις ἐπήγαγον. ιδʹ. Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ εἰς ὄνειδος τοῖς κύκλῳ σου. Ἱκανὸν καὶ τοῦτο πικρῶς ἀνιᾶσαι, τὸ τοὺς ἐκ γειτόνων οἰκοῦντας, καὶ διηνεκῶς ἐκπεπολεμωμένους, ἐπιγελᾷν, καὶ τῇ ἐρημίᾳ ἐπεντρυφᾷν. «Καὶ τὰς θυγατέρας τὰς κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος.» Θυγατέρας καλεῖ τὰς ὑποκειμένας πόλεις καὶ κώμας. ιεʹ. Καὶ ἔσῃ στενακτὴ, καὶ δήλη παιδείᾳ καὶ ἀφανισμοῖς, καὶ αἱ θυγατέρες σου κύκλῳ σου ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου. Ἐπίσημόν σε, φησὶν, ἐν τοῖς κακοῖς ποιήσω, ὥστε πάντας τοὺς ἀκούοντας τὸν ἀφανισμόν σου, καὶ τῶν ὑποκειμένων σοι πόλεων καὶ κωμῶν, στένειν καὶ ὀδύρεσθαι. «Ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ὀργῇ καὶ ἐν θυμῷ, ἐν ἐκδικήσει θυμοῦ, καὶ ἐλέγχοις.» Εἶτα τὸ ἀψευδὲς δεικνὺς τῶν εἰρημένων, ιϛʹ. Ἐγὼ Κύριος, φησὶ, λελάληκα. Ἱκανὴ γὰρ ἡ τοῦ προσώπου δήλωσις τὴν ἀλήθειαν δεῖξαι. Ἐν τῷ ἐξαποστεῖλαι με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ' αὐτοὺς, καὶ ἔσονται εἰς ἔκλειψιν· καὶ ἀποστελῶ αὐτὰς διαφθεῖραι ὑμᾶς, καὶ λιμὸν συντάξω, καὶ συντρίψω στήριγμα ἄρτου σου. (ιζʹ) Καὶ ἐξαποστελῶ ἐπὶ σὲ ῥομφαίαν, καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσεται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα. Τὰ αὐτὰ πολλάκις λέγει, δεδίξασθαι βουλόμενος τοὺς ἀκούοντας, ἵνα τῷ φόβῳ τῶν ἀλγεινῶν εἰς εὐσέβειαν μεταβάλῃ, καὶ τῆς ἀπειλῆς μὴ ἐπαγάγῃ τὴν πεῖραν. Θηρία δὲ πονηρὰ τοὺς ὠμοτάτους Χαλδαίους ὠνόμασεν, δίκην θηρίων ὠμοβόρων ἐπιόντας, καὶ τοὺς μὲν κατασφάττοντας, τοὺς δὲ ζωγροῦντας καὶ δορυαλώτους λαμβάνοντας. ΚΕΦΑΛ. ϛʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπ' αὐτὰ,