Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.865
Not analysed yet
Ἀδωναῒ Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν. Ἐπειδὴ γὰρ τὸν τῶν ἐθνῶν ἀνεμάξασθε χαρακτῆρα, καὶ τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐνεφύρητε, καὶ τὰ ἐμὰ δικαιώματά τε καὶ νόμιμα διεπτύσατε, ὑπερβολῇ δὲ παρανομίας χρώμενοι ὑπερηκοντίσατε τῇ δυσσεβείᾳ τὰ ἔθνη, παρ' ὧν ταύτην ἐμάθετε· τούτου χάριν προφανῶς σοι δικάσω, τῶν ἐθνῶν θεωρούντων τὸ δικαστήριον, καὶ τῆς δίκης ἀκροωμένων· ἵν' ἐπειδὴ διὰ τῆς σῆς οὐκ ὠφελήθησαν εὐνομίας, διὰ γοῦν τῆς τιμωρίας ἑλκύσωσιν ὠφέλειαν. θʹ. Καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτοῖς ἔτι διὰ πάντα τὰ βδελύγματά σου. Εἶτα διδάσκει, τίνα τὰ ἠπειλημένα. ιʹ. Διὰ τοῦτο πατέρες φάγονται τέκνα ἀναμέσον σου, καὶ τέκνα φάγονται πατέρας. Τοῦτο δὲ καὶ ἐν τῇ Βαβυλωνίων, καὶ ἐν τῇ Ῥωμαίων πολιορκίᾳ γεγένηται, τῆς ὑπερβολῆς τοῦ λιμοῦ τὴν ἀνοσιουργίαν ἐργασαμένης. «Καὶ ποιήσω ἐν σοὶ κρίματα.» Τουτέστι, δικαίως σοι δικάσω. «Καὶ διασπερῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον.» Οὐ δεῖται ἑρμηνείας λόγος, τῶν πραγμάτων βοώντων. ιαʹ. Διὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ἦ μὴν ἀνθ' ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς προσοχθίσμασί σου, καὶ ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε. Ἅγια καλεῖ οὐ μόνον τὰ νόμιμα, ἀλλὰ καὶ τὸν ἀφορισθέντα αὐτῷ ναὸν, ὃν τῇ τῶν εἰδώλων ἐβεβήλωσαν στάσει· προσοχθίσματα δὲ καὶ βδελύγματα, τὰ εἴδωλα ὀνομάζει, βδελύγματα μὲν ὡς βδελυγμίας μεστὰ, προσοχθίσματα τὰ ἀηδίας πάσης ἀνάμεστα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τῆς Ῥεβέκκας λεγόμενον· «Προσώχθικα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων, εἰ λήψεται Ἰακὼβ ὁ υἱός μου ἐξ αὐτῶν γυναῖκα, ἱνατί μοι ζῇν;» τουτέστι, Βδελύττομαι σφόδρα τὰς θυγατέρας τῶν Χαναναίων. Καὶ πάλιν ὁ Θεὸς διὰ τοῦ Δαβὶδ, «Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· τουτέστιν, Ἐβδελυξάμην. Καὶ πάλιν περὶ τοῦ παρανόμου, φησὶν ὁ αὐτὸς προφήτης «Κακίᾳ δὲ οὐ προσώχθισε», τουτέστιν, οὐκ ἐβδελύξατο τὴν κακίαν. «Οὐ φείσεται ὀφθαλμός μου, καὶ οὐκ ἐλεήσω ἐγώ.» Τοσαύτη ἡ τῆς παρανομίας ὑπερβολὴ, ὅτι ὁ ἐλεήμων ἐλεεῖν οὐκ ἀνέχεται, καὶ ὁ φιλάνθρωπος τῶν κολαζομένων οὐ φείδεται. Εἶτα διηγεῖται τὰ ἤδη ἡρμηνευμένα, ὅπως λιμῷ μὲν παραδώσει τὸ τέταρτον, καὶ θανάτῳ πάλιν τὴν ἄλλην μοῖραν· εἶτα τὴν ἄλλην τῇ διὰ τοῦ πολέμου σφαγῇ, καὶ τὸ λειπόμενον τέταρτον αἰχμαλωσίᾳ, τῆς τιμωρίας πάλιν καὶ τούτοις ἀκολουθούσης. Καὶ ἐπάγει·