Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.873
Not analysed yet
τῆς τοῦ Ἰσραήλ· ἀντὶ τοῦ, Τέλος τὰ καθ' ὑμᾶς ἔλαβε· μὴ γὰρ δὴ νομίσητε διαφεύξεσθαι τὰ ἠπειλημένα κακὰ, μετανοίᾳ μὴ χρώμενοι· κατὰ πάντων γὰρ ὑμῶν ὄλεθρος χωρήσει. «Καὶ ἐπαποστελῶ ἐγὼ τὸν θυμόν μου ἐπὶ σὲ, καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου.» Νῦν καιρὸς εἰπεῖν μετὰ τοῦ μακαρίου Παύλου· «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·» ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη· «Καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου. Καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου,» ἀντὶ τοῦ, Θερίσεις ἃ ἔσπαρκας, καὶ ἀξίας τῶν ἔργων λήψῃ τὰς ἀντιδόσεις. δʹ. Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω. Ὅταν γὰρ ἀμετρίᾳ περιπέσωμεν παρανομίας, καὶ εἰς ἀνήκεστον ἐλάσωμεν νόσον, ἀποκλείομεν τοῦ Θεοῦ τὸν ἔλεον. «Διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐπὶ σὲ ἔσται, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.» Μεγίστη τοῖς κολαζομένοις παραψυχὴ τοῦ κολάζοντος Θεοῦ ἡ ἐπίγνωσις. εʹ—ζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Κακία μία, κακία ἰδοὺ ἔρχεται. Τὸ πέρας ἥκει, ἥκει τὸ πέρας· ἐξηγέρθη πρὸς σὲ, ἰδοὺ ἥκει τὸ πέρας. Ἥκει ἡ πλοκὴ ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν. Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία ἀπειλεῖ τὰς τιμωρίας, ἵνα μὴ ἐπαγάγῃ τὰς τιμωρίας· ὅταν δὲ μὴ φοβηθῶμεν τὰς ἀπειλὰς, τῇ πείρᾳ δεχόμεθα ταύτας· ὅπερ καὶ οὗτοι πεπόνθασιν, ἀκούσαντες μὲν, ὅτι ἥκει τὸ πέρας, οὐ φοβηθέντες δὲ τὸ πέρας· καλεῖ δὲ κακίαν μίαν τὴν ἐπενεχθεῖσαν πανωλεθρίαν, πλοκὴν δὲ τὰ τῆς ἁμαρτίας δεσμά· «Ταῖς γὰρ σειραῖς, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται.» Καὶ ὁ Ἡσαΐας λέγει· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὑτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν. Ἐνέστηκε, φησὶν, ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων. (ηʹ.) Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ. Οὐκ ἔσται, φησὶν, ἀναβολὴ τῆς τιμωρίας, ἀλλὰ πάρεστι καὶ ἐφέστηκεν ὁ ταύτης καιρός. Εἶτα πάλιν διηγεῖται, ὅπως τῶν οἰκείων ἀδικημάτων τίσουσι τὰς δίκας. Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ἡ ῥάβδος ἤνθησε, καὶ ἡ ὕβρις ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου.» Ῥάβδον δὲ τὴν τιμωρίαν ἐκάλεσεν ὑπὸ τῆς παρανομίας ἀρδευθεῖσάν τε καὶ ἀνθήσασαν· ὕβριν δὲ τὴν κατὰ τοῦ Θεοῦ ἀσέβειαν προσηγόρευσεν, ᾗ ἐπὶ πλεῖστον χρώμενοι διετέλεσαν τῆς θείας καταφρονοῦντες μακροθυμίας· Ἀλλ' αὕτη, φησὶν, ἐπὶ τοῦ παρόντος «ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου.» Διὸ ἐπάγει· ιβʹ—ιγʹ. Ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω· διότι ὀργὴ εἰς πᾶν τὸ πλῆθος αὐ-