Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.876
Not analysed yet
τῆς. Καὶ ὁ κτώμενος πρὸς πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει. Ἀντὶ τοῦ, ἀνατρέψαι βουλόμενος τὸ συμβόλαιον· ἴσοις γὰρ ἅπαντες περιπεσοῦνται κακοῖς, ὁμοίως ὀλοφυρόμενοι καὶ στένοντες· ἀλλ' ὅμως φησίν· «Ἔτι ἐν ζωῇ τὸ ζῇν αὐτῶν, ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος αὐτῆς οὐκ ἀνακάμψει.» Τοσούτων γὰρ αὐτοῖς ἐπικειμένων κακῶν οὐκ ἀπαγορεύουσι, φησὶ, τὴν ζωὴν, οὐδὲ ἡ προφητικὴ ὅρασις πιστὴ πᾶσιν αὐτοῖς εἶναι δοκεῖ· ἔδει δὲ, φησὶν, αὐτοὺς γνῶναι, ὅτι «Ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ οὐ κρατήσει.» Τουτέστιν, οὐ πάντως ταῖς ἀνθρωπίναις ἐλπίσιν ἀκολουθεῖ τὰ πράγματα, ἀλλ' ἐλπίσας τις πολλάκις ζήσεσθαι, ἐναντίον εὕρατο τὸ τέλος. ιδʹ. Σαλπίσατε σάλπιγγι, καὶ κρίνατε τὰ σύμπαντα, καὶ οὐκ ἔστι πορευόμενος εἰς πόλεμον, ὅτι ἡ ὀργή μου εἰς πᾶν τὸ πλῆθος αὐτῆς. Ἐπειδὴ νομίζετε, φησὶ, ψευδῆ εἶναι τὰ παρ' ἐμοῦ προλεγόμενα, χρήσασθε ταῖς σάλπιγξι ταῖς ὑμετέραις, νομίσατε πάντων εἶναι κρείττους· ἀλλ' οὐδὲν ἐντεῦθεν ὠφεληθήσεσθε· οὐχ ἕξετε γὰρ τοὺς πολεμῆσαι δυναμένους· κοινῇ γὰρ πᾶσι τὴν παντοδαπὴν ἐπιφέρω τιμωρίαν. ιεʹ. Ὁ πόλεμος, καὶ ἡ ῥομφαία ἔξωθεν, καὶ ὁ λιμὸς, καὶ ὁ θάνατος ἔσωθεν. Ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει. Πῶς τοίνυν, φησὶ, δυνήσεσθε πολεμεῖν, ὑπὸ τοσούτων καὶ τηλικούτων κακῶν περιστοιχιζόμενοι; ιϛʹ. Καὶ ἀνασωθήσονται, φησὶν, οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων, ὡς περιστεραὶ μελετητικαί. Ὀδυρόμενοι γὰρ καὶ θρηνοῦντες περιστεραῖς μελετώσαις ἀπεικασθήσονται· στένουσι γὰρ ἔοικε τῶν περιστερῶν ἡ φωνή. «Πάντας, φησὶν, ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὑτοῦ.» Οὐκ ἀδίκως ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ τὰς ἀξίας ἕκαστον ἀπαιτήσω δίκας. ιζʹ. Πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ. Ἑκάτερον τῆς δειλίας σημεῖον. ιηʹ. Καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. Ὅταν γὰρ, φησὶν, ἴδωσι τῶν ἐπιφερομένων κακῶν τὸ νέφος, καὶ οὐδεμίαν οὐδαμόθεν ἀναφαινομένην βοήθειαν, τότε ἀπαγορεύοντες ῥίψουσι μὲν τὰ πολεμικὰ ὅπλα, τὸ δὲ πένθιμον ἀναλήψονται σχῆμα· διὸ καὶ σάκκου ἐμνημόνευσε, καὶ κεφαλῆς ἐξυρημένης· ταῦτα γὰρ εἰώθασιν οἱ τηνικάδε πενθοῦντες ἐπιτηδεύειν.