Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.880
Not analysed yet
»Διότι πλήρης ἡ γῆ λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομιῶν.» Ἀπεικάζεται γὰρ, φησὶ, τῆς τούτων παρανομίας τὸ πλῆθος τῷ πλήθει τῶν κατὰ τὴν οἰκουμένην ἀνθρώπων. κδʹ. Καὶ ἄξω πονηροὺς ἐθνῶν, καὶ κατακληρονομήσουσι τοὺς οἴκους αὐτῶν, καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσονται τὰ ἅγια αὐτῶν. Καὶ οὐκ εἶπε, Τὰ ἅγιά μου, ἀλλὰ Τὰ ἅγια αὐτῶν· τουτέστι, Τὰ ὑπ' αὐτῶν ἀφιερωθέντα μοι, ὧν ἐγὼ μὲν οὐκ ἐδεόμην· διὰ δὲ τὴν αὐτῶν ἐπιμέλειαν κατεδεξάμην. Ἀλλὰ πάλιν ταῦτα διὰ τὴν αὐτῶν παρανομίαν μιαινόμενα καὶ πατούμενα περιόψομαι. κεʹ. Ἐξιλασμὸς ἥξει, καὶ ζητήσεις εἰρήνην, καὶ οὐκ ἔσται. Δεηθήσονται δὲ, φησὶν, ἐν τῇ ἀκμῇ τῶν κακῶν τυχεῖν εὐμενείας καὶ ἀπαλλαγῆς, καὶ οὐ τεύξονται. κϛʹ. Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν. Κακὰ δὲ ἐκ κακῶν αὐτοῖς διαδέξεται, καὶ φήμη πονηρὰ, πονηρὰν διαδέξεται φήμην. «Καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων» Ταῦτα καὶ νῦν ἐστιν ἔτι καὶ σήμερον παρ' αὐτοῖς κρατοῦντα· οὔτε γὰρ ἱερωσύνη κατὰ νόμους παρ' αὐτοῖς πολιτεύεται, καὶ τῆς προφητείας ἡ χάρις ἀπέσβη. κζʹ. Ὁ βασιλεὺς πενθήσει, καὶ ὁ ἄρχων ἐνδύσεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται. Τοῦτο σαφέστερον ἡμᾶς ὁ Ἱερεμίας διδάσκει, τὰ κατὰ τὸν Σεδεκίαν ἐξηγούμενος, καὶ τὴν ἐκείνου φυγήν. «Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ κρίμασιν αὐτῶν ἐκδικήσω ἐπ' αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος» Ταύτας, φησὶν, αὐτοὺς εἰσπράξομαι τὰς δίκας, ὑπὲρ ὧν ἐπλημμέλησαν ἀπαιτῶν τὰς εὐθύνας. Διὸ προσήκει πάντας ἡμᾶς, ἐξ ἑκάστου τῶν εἰρημένων ὄνησιν δρεπομένους, μὴ κινεῖν πονηρίᾳ τὴν καθ' ἡμῶν τιμωρίαν, ἀλλὰ τοῖς τῆς μετανοίας δακρύοις θεραπεύειν τῆς ἁμαρτίας τὰ τραύματα, ἵνα μὴ ὑπέραντλον τὸ σκάφος γενόμενον ὑποβρυχίους ἡμᾶς ἀπεργάσηται, κατὰ δίκαια τοῦ Θεοῦ κρίματα· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.