Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.881
Not analysed yet
ΤΟΜΟΣ Γʹ. ΚΕΦΑΛ. Ηʹ. α Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου. Δῆλός ἐστιν ὁ προφήτης σὺν τῷ Ἰεχονίᾳ τῇ αἰχμαλωσίᾳ περιπεσών· διὸ πανταχοῦ αὐτὸν ἐπισημαίνεται τὸν χρόνον. Διετέλει δὲ οἷόν τις παιδονόμος τοὺς ἐν τῇ αἰχμαλωσίᾳ ῥυθμίζων, καὶ πρὸς τὸ θεῖον βούλημα ποδηγῶν· καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, «Οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου.» Εἶτα ἐπάγει· «Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου.» Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν χεῖρα Κυρίου προσαγορεύει. βʹ. Καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω, ὡς ὅρασις φέγγους, ὡς εἶδος ἠλέκτρου. Ὃν ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο, τοῦτον ὁρᾷ δίχα τῶν Χερουβίμ· ποτὲ μὲν γὰρ αὐτῷ φοβερῶς, ποτὲ δὲ ἡμέρως ἐπιφαίνεται, πάντα πρὸς τὴν χρείαν οἰκονομῶν· αὐτοῦ γάρ ἐστι φωνὴ, «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην,» Οὐ κατ' οὐσίαν ὤφθην· διὸ καὶ ὁ προφήτης ὁμοίωμα λέγει ἑωρακέναι. γʹ. Καὶ ἐξέτεινε, φησὶν, ὁμοίωμα χειρὸς ἀνθρώπου, καὶ ἀνέλαβέ με τῆς κορυφῆς τῆς κεφαλῆς μου, καὶ ἀνέλαβέ με Πνεῦμα ἀναμέσον τῆς γῆς, καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ, ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τῆς εἰκόνος τοῦ ζήλου τοῦ κτωμένου. Ἐπιστῆσαι δεῖ, ὅτι ἐν ὁράσει Θεοῦ ταῦτα ὁ προφήτης ἔφη ἑωρακέναι. Οὐ τοίνυν σωματικὴ ἦν μετάθεσις, οὐδὲ τῶν τῆς σαρκὸς ὀφθαλμῶν ἡ θεωρία, ἀλλ' ἐν τῷ οἴκῳ καθήμενος μεταξὺ τῶν πρεσβυτέρων Ἰούδα, ταύτην ἅπασαν τὴν ὀπτασίαν ἑώρα· καὶ τοῦτο μετὰ τὴν ταύτης διήγησιν δῆλον ποιεῖ· «Ἀνέβην γὰρ, φησὶν, ἀπὸ τῆς ὁράσεώς μου,» τουτέστιν, Εἰς ἐμαυτὸν ἐπανῆλθον. Ἐπειδὴ γὰρ τὰς χαλεπὰς τιμωρίας προλέγει, ἀναγκαίως καὶ τὰς τούτων αἰτίας διδάσκει, καὶ βλέπει ἐν τῷ θείῳ νεῷ τὴν στήλην τῆς εἰκόνος τοῦ ζήλου· εἴδωλον δὲ ἦν ἐκεῖ παρανόμως ἱδρυμένον· ζῆλον