Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.893
Not analysed yet
φωνῇ· ἀντὶ τοῦ, τῇ κατὰ θείαν ἐνέργειαν ἀποτελουμένῃ βροντῇ. Καὶ ἦλθε, φησὶν, καὶ ἔστη ἐχόμενος τῶν τροχῶν. (ζʹ.) Καὶ ἐξέτεινε, φησὶν, ὁ Χεροὺβ τὴν χεῖρα αὑτοῦ ἐκ τῶν ἀναμέσον τῶν Χερουβὶμ, εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβίμ· καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε, καὶ ἐξῆλθε. Τὴν τῶν ἀοράτων ταγμάτων διαφορὰν καὶ ἐντεῦθεν ἔστι μαθεῖν· οἱ μὲν γὰρ ἓξ οὐδὲ πελάσαι τοῖς Χερουβὶμ προσετάχθησαν· ὁ δὲ πελάζει μὲν, οὐ κατατολμᾷ δὲ τοῦ μέσου τῶν Χερουβὶμ, ἀλλ' αὐτὰ τὰ Χερουβὶμ ὀρέγει τοὺς ἄνθρακας. ηʹ. Καὶ ἴδον, φησὶ, τὰ Χερουβὶμ ὅμοια χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. Ἐνεργείας δὲ αἱ χεῖρες σημαντικαί· εἶτα ἐξηγεῖται πάλιν τὰ κατὰ τοὺς τροχοὺς, πάντα μὲν εἰρηκὼς ἃ καὶ ἤδη προειρήκαμεν· τὸ δὲ εἶδος τῆς χρόας μόνον ἐνηλλαγμένον ἑωρακέναι φησίν· ἐκεῖ μὲν γὰρ, κατὰ τὸν Σύμμαχον, ὡς εἶδος ὑακίνθου ἔφη τεθεᾶσθαι· ἐνταῦθα δὲ, κατὰ τοὺς Ἑβδομήκοντα, ὡς εἶδος ἄνθρακος· ὥστε κἀντεῦθεν ἡμᾶς μαθεῖν, ὡς οὐκ αὐτὰς εἶδε τῶν ἀοράτων τὰς φύσεις, ἀλλ' ὁμοιώματά τινα καὶ εἰκάσματα· διὸ καὶ ἐνηλλαγμένα θεωρεῖ. Ταύτην δὲ τὴν ἐναλλαγὴν καὶ ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο· ἐκεῖ μὲν γὰρ τὸ πρῶτον πρόσωπον ἀνθρώπῳ ἐοικέναι ἔφη, τὸ δὲ δεύτερον λέοντι, τὸ δὲ τρίτον μόσχῳ, τὸ δὲ τέταρτον ἀετῷ· ἐνταῦθα δὲ ἀντεστραμμένην τὴν τάξιν, καὶ τὸ τοῦ Χερουβὶμ πρόσωπον, ὅπερ ἐστὶ μόσχου, πρῶτον ἔφη τεθεᾶσθαι, δεύτερον δὲ τὸ τοῦ ἀνθρώπου, εἶτα τοῦ λέοντος, καὶ τὸ τοῦ ἀετοῦ. Οὐ τοίνυν τοιαύτη τῶν ἀοράτων δυνάμεων ἡ φύσις, ἀλλὰ πρὸς τὴν χρείαν ὁ Δεσπότης τὰς τοιαύτας οἰκονομεῖ θεωρίας. Καὶ ἡγοῦμαι, ἐπειδὴ ἐν τῷ ναῷ ταύτην ἑώρα τὴν ὀπτασίαν, διὰ τοῦτο προτεταγμένον εἶδε τοῦ μόσχου τὸ πρόσωπον, ἐπειδὴ εἰς τύπον ἱερωσύνης τοῦτο παρείληπται. Διδάσκει δὲ, ὅτι καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες, καὶ οἱ τροχοὶ, πλήρεις ἦσαν ὀφθαλμῶν, τῆς γνώσεως αὐτῶν τὸ πλῆθος διδασκόμενος· ὅπερ καὶ σημαίνει τὸ ὄνομα γελγέλ. ιγʹ. Τοῖς δὲ τροχοῖς τούτοις, φησὶν, ἐπεκλήθη γελγὲλ ἀκούοντός μου. Τουτέστιν, ἀνακυκλεῖσθαι καὶ ἀνακινεῖσθαι προσετάχθησαν. ιεʹ. Καὶ ἐπήρθη, φησὶ, τὰ Χερουβίμ. Εἶτα διδάσκων ἡμᾶς, ὡς ταῦτα καὶ ἤδη πρότερον ἐθεάσατο, φησίν· «Τοῦτο τὸ ζῶον ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ Χοβάρ.» Ἀλλὰ τότε τῆς μὲν θεωρίας ἀπήλαυσε, τὴν δὲ προσηγορίαν ἠγνόησε· νῦν δὲ καὶ τοῦτο μεμάθηκεν. ιϛʹ, ιζʹ. Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπορεύοντο οἱ τροχοὶ, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν, καί γε αὐτοὶ ἀπὸ τῶν