Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.892
Not analysed yet
λοις τὸν οἶκον ἐμίαναν, ὁ δίκαιος κριτὴς τῇ τῶν παρανόμων σφαγῇ τοῦτο γενέσθαι παρακελεύεται. Καὶ ἐξελθόντες ἔτυπτον τὴν πόλιν. (ηʹ.) Καὶ ἐγένετο ἐν τῷ κόπτειν, ὑπελείφθην ἐγὼ μόνος, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα, καὶ εἶπον· Οἴμοι, Ἀδωναῒ Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι τὸν θυμόν σου ἐπὶ Ἰερουσαλήμ; Φιλάνθρωπος ὁ προφήτης, καὶ πρὸς ἔλεον καμπτόμενος· τοιοῦτος ἦν ὁ μακάριος Παῦλος, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ Ἰουδαίων εὐχόμενος. Ἀλλ' ὁ Δεσπότης καὶ τὸν εὐνούστατον οἰκέτην θεραπεύει, καὶ τῆς τιμωρίας διδάσκει τὸ δίκαιον. θʹ. Ἀδικία γὰρ, φησὶ, τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα, σφόδρα. Καὶ τῷ διπλασιασμῷ τὴν τῆς ἐπιτάσεως παρεδήλωσεν ὑπερβολήν. «Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας, ὅτι εἶπον, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος.» Ταῦτα, φησὶ, τολμῶσι, πείσαντες ἑαυτοὺς μὴ ἐποπτεύειν με, μηδὲ ὁρᾷν τὰ γινόμενα. ΚΕΦΑΛ. Ιʹ. αʹ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ, ὡς λίθος σαπφείρου· ὁμοίωμα θρόνου ἐπ' αὐτῷ. Ἐνταῦθα σαφῶς λοιπὸν ἃ ἐθεάσατο ζῶα, Χερουβὶμ ὀνομάζει· σημαίνει δὲ, ὡς ἔφην, τὸ ὄνομα πλήρης γνώσεως. βʹ. Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβίμ. Ἐπισημήνασθαι χρὴ, ὅτι οὐδενὶ τῶν ἓξ τοῖς Χερουβὶμ πελάσαι προσέταξεν, ἀλλὰ τῷ τὴν στολὴν ἐνδεδυμένῳ· ὡς αὐτῶν δηλονότι μὴ ἀξίων ὄντων πλησιάζειν θείαις δυνάμεσι, τοῖς Χερουβίμ. «Καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν.» Φρίκης δὲ μεστὰ τὰ θεωρούμενα· πυρὸς ἄνθρακες σκεδαννύμενοι· τιμωρητικαὶ δυνάμεις, δηλαδὴ τὴν πόλιν περινοστοῦσαι. δʹ. Καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου. Ἐπειδὴ γὰρ προσέταξε ληφθῆναι τοὺς ἄνθρακας, καὶ σκεδασθῆναι κατὰ τῆς πόλεως, ὑποχωρεῖν πως δοκεῖ, χώραν διδοὺς τῷ προσταχθέντι ποιῆσαι τὸ κελευσθέν· ἐδεδίει γὰρ πάντως πελάσαι τῆς θείας δόξης ἐποχουμένης τῶν Χερουβίμ· μέγιστος δὲ ἦχος ἀπετελεῖτο τῶν πτερύγων κινουμένων τῶν Χερουβὶμ, ὡς ὑπολαμβάνειν βροντὴν εἶναι, ἢ θείαν φωνήν· τὸ γὰρ, «Ὡς φωνὴ Θεοῦ Σαδαῒ»—»ἱκανοῦ Θεοῦ βροντὴν» ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· τουτέστιν, Εἰκάσαις ἂν τὸν ἦχον τῇ τοῦ ἱκανοῦ καὶ δυνατοῦ Θεοῦ