Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.897
Not analysed yet
τως ᾠκοδόμηνται οἰκίαι; Αὕτη ἐστὶν ὁ λέβης, ὑμεῖς δὲ τὰ κρέα. Κατηγορεῖ καὶ τῶν ἡγουμένων, καὶ τῶν ὑπηκόων, ὡς ἐναντία τῷ Θεῷ βουλευομένων, καὶ τοῖς προφήταις ἀντιλεγόντων, καὶ πείθεσθαι μὴ θελόντων ὅτι τοῖς πολεμίοις παραδοθήσονται, ἀλλὰ τὴν πόλιν οἰκήσουσι, κἀκεῖ δέξονται τοῦ βίου τὸ τέλος. Νεόδμητοι γὰρ, φησὶν, αἱ οἰκίαι, καὶ ἐν ταύταις κατοικήσομεν, καὶ τοῦ βίου τὸ πέρας δεξόμεθα· τούτου χάριν ἀγανακτῶν ὁ Θεὸς τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον διὰ τοῦ προφήτου προλέγει. εʹ. Ἐπέπεσε γὰρ, φησὶν, ἐπ' ἐμὲ Πνεῦμα Κυρίου, καὶ εἶπε πρός με· Τάδε λέγει Κύριος. Τουτέστι, τῆς τοῦ Θεοῦ Πνεύματος ἐνεργείας ἀναπλησθεὶς τάδε εἰπεῖν ἐκ προσώπου τοῦ Θεοῦ προσετάχθην. Οὕτως εἴπατε, οἶκος Ἰσραὴλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι. (ϛʹ, ηʹ.) Ἐπληθύνατε νεκροὺς ἐν τῇ πόλει ταύτῃ, καὶ ἐπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν. Διὰ τοῦτο τάδε λέγει Κύριος· Τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δέ ἐστιν ὁ λέβης, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. Ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Ὑμεῖς μὲν, φησὶ, λέβητα τὴν πόλιν ἀπεφήνατε, νεκρῶν αὐτὴν μυρίων ἐμπλήσαντες· τούτου χάριν οὐ τεύξεσθε ὧν ἐλπίζετε, οὐδὲ ἄλυπον δέξεσθε τοῦ βίου τὸ πέρας, ἀλλὰ τοῖς πολεμίοις, οὓς δεδοίκατε, παραυτίκα παραδοθήσεσθε, καὶ τῆς ἐκείνων ῥομφαίας γενήσεσθε παρανάλωμα. θʹ. Καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρῖμα. Δικαίως, φησὶν, ὑμᾶς τιμωρήσομαι· ἐπειδὴ γὰρ ὑμεῖς τοὺς ὁμοφύλους ἀνείλετε, ἀλλοτρίοις καὶ πολεμίοις ἐνδίκως παραδοθήσεσθε. ιʹ. Ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἔξω, φησὶ, τῆς πόλεως τίσετε δίκας ὧν ἠσεβήσατε, καὶ διὰ τῆς πείρας μαθήσεσθέ με Δεσπότην. ιαʹ, ιβʹ. Αὕτη ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς. Καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Οὐκ ἀποθανεῖσθε, φησὶν, ἐν τῇ πόλει, οὐδὲ ταφῆς ἀξιωθήσεσθε ἐν αὐτῇ, κατὰ τὰς ὑμετέρας ἐλπίδας, ἀλλὰ πόῤῥω ταύτης ἀναιρεθήσεσθε· καὶ τὰς αἰτίας διδάσκων, «Ὅτι ἐν τοῖς δικαιώμασί μου, φησὶν, οὐκ ἐπορεύθητε, καὶ τὰ κρίματά μου οὐκ ἐποιήσατε· ἀλλὰ οὐδὲ κατὰ τὰ κρίματα τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν οὐκ ἐποιήσατε.» Παρανομίας ὑπερβολὴ, καὶ δυσσεβείας μέγιστος ἔλεγχος, τὸ μὴ μόνον τὸν θεῖον παραβῆναι νόμον, ἀλλὰ καὶ τῶν ἀσεβείᾳ συζώντων ἐθνῶν δυσσεβέστερα δρᾷν.