Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.900
Not analysed yet
ιγʹ. Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με, καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανεν· καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα· Οἴμοι, οἴμοι, Ἀδωναῒ Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ; Ὁρᾷ τὴν ἐνέργειαν ὁ προφήτης ἐκείνων, οἳ κόπτειν ἀφειδῶς προσετάχθησαν τὴν πόλιν, καὶ δείσας μὴ τὴν πανωλεθρίαν ὑπομείνῃ, πάντων ἀναιρουμένων· ἐπελάθετο γὰρ ἐκ τῆς ἀθυμίας ὡς πολλοὶ τὰ τῆς σωτηρίας ἐδέξαντο σημεῖα· τὸν φιλάνθρωπον ἱκετεύει Δεσπότην ἐλέῳ κεράσαι τὸ δίκαιον· διδάσκεται δὲ, ὡς οὗτοι μὲν τοῖς πολεμίοις παραδοθήσονται διὰ τὴν πολλὴν πονηρίαν· οἱ δὲ ἤδη αἰχμάλωτοι ἀπαχθέντες, κἀν τῇ ξένῃ παραψυχῆς ἀπολαύσουσι, καὶ ἐπανόδου τεύξονται. ιεʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, οἱ ἀδελφοί σου, καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου, καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ συντετέλεσται. Ἐνίους φησὶ δορυαλώτους γεγενημένους, καὶ δίκας ὧν ἐτόλμησαν δεδωκότας, φυλάξω μοι εἰς λαόν. «Οἷς εἶπον αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλὴμ, Μακρὰν ἀπέχετε ἀπὸ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.» Ἐπιτωθάζοντες ἐκείνοις οἱ νῦν τὴν Ἱερουσαλὴμ οἰκοῦντες λέγειν ἐτόλμων, ὡς Ὑμᾶς μὲν πόῤῥω ἑαυτοῦ πεποίηκεν ὁ Δεσπότης, ἡμῖν δὲ τὴν τῆς ἐπαγγελίας ἀπεκλήρωσε γῆν· διὰ τοῦτο, φησὶ, πᾶν τοὐναντίον γενήσεται, καὶ ὑμᾶς μὲν παραδώσω σφαγῇ, ἐκείνων δὲ ποιήσομαι πρόνοιαν. ιϛʹ. Διὰ τοῦτο εἶπε· Τάδε λέγει Ἀδωναῒ Κύριος, ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ. Τέως μὲν γὰρ αὐτοὺς αἰχμαλώτους, καὶ μετοίκους, καὶ σποράδας πεποίηκα· ἀλλ' ὅμως ἐν τῇ μετοικίᾳ, τῇ προσδοκίᾳ τῆς τῶν συμφορῶν μεταβολῆς, καὶ τῇ ἐλπίδι τῶν ἀγαθῶν, παραψυχὴν αὐτοῖς παρέξομαι· καὶ τοῦτο παρεδήλωσεν εἰπών· «Ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρόν.» Οὐκ εἰς μακρὰν δὲ πάλιν αὐτοὺς ἀποκαταστήσω, καὶ εἰς τὴν πατρῴαν ἐπανάξω γῆν. ιζʹ, ιηʹ. Συνάξω γὰρ, φησὶν, αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς· καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξάξουσι πάντα τὰ βδελύγματα αὐτῆς, καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. Τοῦτο δὲ ἡ τοῦ Ἔσδρα ἱστορία διδάσκει, καὶ τῶν Μακκαβαίων ἡ συγγραφή. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, τῆς τῶν εἰδώλων ἀποστάντες λατρείας, ἐπιμελῶς τὸν τῶν ὅλων Θεὸν θεραπεύοντες διετέλουν. ιθʹ. Καὶ δώσω αὐτοῖς, φησὶ, καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς. Διὰ τούτων δὲ οὐ τοῦ αὐτεξουσίου τὴν ἀναίρεσιν παρεδήλωσεν, ἀλλὰ