Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.937
Not analysed yet
περιδέῤῥαιον δὲ τῷ τραχήλῳ περιτιθέμενον, τὸν τοῦ νόμου ζυγόν· ἐνώτιον δὲ τῷ μυκτῆρι ἐμβαλόμενον, τὴν διὰ τῶν ἐντολῶν τῆς κακίας ἀνατροπὴν, χαλινοῦ δίκην προσφερομένην ἐκ μεταφορᾶς τῶν ταύρων, οἳ τὸν σιδηροῦν χαλινὸν ταῖς ῥισὶ δέχονται, καὶ δι' ἐκείνου τῇδε κἀκεῖσε περιάγονται. Ὅτι δὲ καὶ βουσὶν ἀπείκασεν αὐτῶν τὴν θρασύτητα, μάρτυς ὁ προφήτης Ὠσηὲ ἐκ προσώπου τοῦ Θεοῦ λέγων· «Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἐφραΐμ.» Ἐνώτια δὲ τοῖς ὠσὶ προσφερόμενα τὴν ἀγαθὴν λέγει διδασκαλίαν, κόσμον ταῖς ἀκοαῖς διὰ τῆς εὐπειθείας προσφέρουσαν· στέφανον δὲ τῇ κεφαλῇ ἐπιτιθέμενον, τὴν ἐκ τῆς εὐσεβείας, καὶ τῆς εὐνομίας, καὶ ἐξ ἁπάντων τῶν ἀγαθῶν προσφερομένην εὐφημίαν. ιγʹ. Καὶ ἐκοσμήθης χρυσίῳ, καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα. Καὶ τούτων δὲ ἕκαστον δυνατὸν οὕτω νοῆσαι· κἀκεῖνο δὲ προσήκει προσθεῖναι τοῖς εἰρημένοις, ὅτι οὐ πνευματικὰ μόνον διὰ τῶν εἰρημένων αἰνίττεται, ἀλλὰ καὶ τὴν σωματικὴν εὐπραξίαν σημαίνει. Εὐθὺς μὲν γὰρ ἐξελθόντες ἐξ Αἰγύπτου ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους, τῆς βιαίας ἐργασίας δίκαιον ἀπαιτοῦντες μισθόν. Καὶ μέντοι καὶ τῶν τὴν Παλαιστίνην οἰκούντων ἐθνῶν πάντα τὸν πλοῦτον ἐληΐσαντο. Σημαίνει τοίνυν, πρὸς τοῖς πνευματικοῖς, καὶ τὴν σωματικὴν περιουσίαν Διὸ ἐπάγει· «Σεμίδαλιν, καὶ μέλι, καὶ ἔλαιον ἔφαγες.» Πάντων, φησὶ, τῶν ἐκ γῆς ἀπήλαυσας ἀγαθῶν. Καὶ ἐγένου καλὴ σφόδρα, σφόδρα. Εἶχες τὸν νόμον πληροῦσα τὴν ἀπὸ τῆς εὐνομίας εὐπρέπειαν. «Καὶ κατευθύνθης εἰς βασιλείαν.» Οὕτω, φησὶν, ηὐξήθης, ὡς φοβερὰ γενέσθαι πᾶσι τοῖς ἐκ γειτόνων, καὶ βασιλικῆς ἀπολαύειν τιμῆς. Τοῦτο γὰρ ᾐνίξατο, δι' ὧν ἐπήγαγεν, ιδʹ. Καὶ ἐξῆλθέ σοι ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου. Ἐπίσημος γὰρ ἐγένου, καὶ πολυθρύλλητος πανταχοῦ. Εἶτα καὶ τὴν τούτου αἰτίαν φησί· «Διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ, ᾗ ἔταξα ἐπὶ σὲ, λέγει Ἀδωναῒ Κύριος.» Ἐγὼ γάρ σοι τῆς εὐπρεπείας ταύτης ἐγενόμην αἴτιος, ἐντολαῖς καὶ νόμοις ἰδίοις κατακοσμήσας. ιεʹ. Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου. Αὕτη τῶν κακῶν ἡ ἀρχὴ, τὸ καταλιπεῖν μὲν τὴν θείαν ἐλπίδα, τοῖς δὲ οἰκείοις ἐναβρύνεσθαι κατορθώμασι. «Καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον· αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται.» Ὀνομαστοτάτη, φησὶ, γενομένη, καὶ μέγα διὰ τοῦτο φρονήσασα, ἐμοῦ μὲν ἀπέστης, εἰς ἐσχάτην δὲ ἀκολασίαν ἐξώκειλας, οὐχ ἕνα ἐραστὴν, οὐδὲ δύο δεχομένη, ἀλλὰ πάντα τὸν διὰ σοῦ παρελθεῖν